ἀκή
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Ἀκμή, παρὰ τὸ ἀκὴ, καὶ πλεονασμῷ τοῦ μ, ἀκμή
Ἀκμή, παρὰ τὸ ἀκὴ, καὶ πλεονασμῷ τοῦ μ, ἀκμή
Ἄκος, κυρίως τὸ, σιδήρῳ θεραπεύεις εἰς ἀκὴν ἀποξυμμένῳ· ἔνθεν καὶ τὸν ἰατρὸν Φρύγες ἀκεστὴν λέγουσι
ἀκόνη· παρὰ τὴν ἀκήν, τὴν ὀξύτητα.
Ἄκανθα· ἀπὸ τοῦ τῇ ἀκῇ ἀνθεῖν, ὅ ἐστι τῇ ὀξύτητι
Ὄκνος. ὁ ποιῶν ἀκινήτους. τροπῇ τοῦ α εἰς ο, οἷον ἄκινός τις ὢν, καὶ συγκοπῇ ἄκνος καὶ ὄκνος, ὡς ἀκριόεις ὀκριόεις, ἀρχὴ ἄρχαμος ὄρχαμος
ἀλαός τυφλός· “καί κ’ ἀλαὸς τόδε ξεῖνε διακρίνειε τὸ σῆμα.” εἴρηται δὲ κατὰ τὸ ἀλᾶσθαι τὴν πορείαν, οὐχ ὡς ἔνιοι, παρὰ τὸ μὴ λάειν, ὅ ἐστι βλέπειν
ἄλγος ἀλγαλέος καὶ ἀργαλέος
Ἔπαλξις: […] ἀπὸ τοῦ ἀλεξῶ ῥήματος περισπωμένου· τοῦτο παρὰ τὸ ἀλέγω ἀλέξω, καὶ μετάγεται ὁ μέλλων εἰς ἐνεστῶτα μετὰ περισπωμένου τόνου καὶ γίνεται ἀλεξῶ
Λευγαλέοις· ὀλεθρίοις· λευγαλέον τὸ καταπληκτικόν· ἀπὸ τοῦ ἀλεύω τὸ ἐκφεύγω γίνεται ἀλευλέον κατὰ παραγωγήν, καὶ κατὰ μετάθεσιν λευαλέον καὶ πλεονασμῷ τοῦ γ λευγαλέον. λευγαλέοις· ἀξίοις λόγου παρὰ τὸ λέγω πλεονασμῷ τοῦ υ, ἢ θανατηφόροις ἀπὸ τοῦ λέγω τοῦ κοιμῶμαι τοῖς κατακοιμίζουσιν εἰς θάνατον ἐξ οὗ καὶ κυνηγὸς, ἢ παρὰ τὸ λοιγὸς ὁ ὄλεθρος λοιγαλέος καὶ λευγαλέος, λευγαλέος δὲ κυρίως ὁ ἐν τῇ θαλάσσῃ ὄλεθρος
Ἀλεξῶ· παρὰ τὴν ἄλοχον· κυρίως τὸ γυναικὶ βοηθῆσαι, καταχρηστικῶς δὲ καὶ τὸ ὁπωσδήποτε. ἢ ἀπὸ τοῦ ἀλκῶ ἀλξῶ καὶ πλεονασμῷ τοῦ ε ἀλεξῶ, ὅπερ εἰς ἐνεστῶτα ἀναχθὲν βαρύνεται ὑπὸ τῶν Ἀττικῶν.
Ώρίωνος. Ἄρκτος· διὰ τὸ εἶναι ἀργή· ἢ τάχα παρὰ τὴν ἀλκὴν ἐγένετο· ἢ διὰ τὸ εἶναι στραβόραχις
Ἁλμυρόν (δ 511)· ‘ἐπεὶ πίες ἁλμυρὸν ὕδωρ’. ὥσπερ παρὰ τὸ τόλμη γίνεται τολμηρός καὶ παρὰ τὸ ἄτη ἀτηρός, οὕτως καὶ παρὰ τὸ ἅλμη ἁλμηρός καὶ τροπῇ τοῦ η εἰς τὸ υ ἁλμυρός, ὡς τηρός τυρός. ἢ κυρίως τίθεται ἡ λέξις ἐπὶ τῶν εἰς ἅλα μυρομένων ποταμῶν, ὅ ἐστιν ἐκχεομένων, ὥστε οὐ τροπῇ κατὰ Ἀπολλώνιον
…ὥσπερ κυρίως ἀλεξῆσαι τὸ ὑπὲρ τῶν ἀλόχων βοηθῆσαι
δασύνεται τὸ ἅλς καὶ τὰ παρ’ αὐτό, ἅλιος παρὰ τὴν ἁλός γενικὴν κτητικῶς μετήχθη. σημαντικὸν δέ ἐστι τοῦ ματαίου, ἐπεὶ οὐκ εὔχρηστον εἰς πόσιν τὸ θαλάσσιον ὕδωρ, τὸ γοῦν ἐναντίον πότιμον καὶ ποταμός λέγεται (Lentz ποιητικῶς μετενεχθέν).
Ἅλμη (ε 53)· παρὰ τὴν ἁλός γενικὴν γίνεται ἅλιμος καὶ τὸ θηλυκὸν ἁλίμη καὶ κατὰ συγκοπὴν ἅλμη. ἢ παρὰ τὴν ἁλός ἅλη καὶ πλεονασμῷ τοῦ μ ἅλμη. οὕτως Ὠρίων
(Arg. 1.913) ἁλιμυρέος: τῆς ὑπὸ θαλάσσης περιρρεομένης. ‘ἁλιμυρήεντες’ δὲ ‘ποταμοί’ (Φ 190) οἱ εἰς τὴν θάλασσαν βάλλοντες
Ἄμη, τὸ σκαφεῖον· παρὰ τὸ ἀθροῖσαι καὶ ἐπισπᾶν· ἔνθεν καὶ τὸ ἀμήσατο παρὰ τῷ Ποιητῇ ἐπὶ τοῦ θερίζειν, παρὰ τὸ ὁμοῦ ἐπισπᾶν
Πρόσθεσις μὲν οὖν ἐστι προσθήκη στοιχείου κατ’ ἀρχὴν ἢ συλλαβῆς, οἷον σταφίς ἀσταφίς καὶ ὀσταφίς, Σπληδών Ἀσπληδών, στάχυς ἄσταχυς, ὥρα ἑώρα, ἅμα θαμά, οὖρος θοῦρος, εἱλόπεδον θειλόπεδον [ὄρος θόρος], κιδνάς σκιδνάς, αἵμων δαίμων