ἅλς
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
Ἅλμη (ε 53)· παρὰ τὴν ἁλός γενικὴν γίνεται ἅλιμος καὶ τὸ θηλυκὸν ἁλίμη καὶ κατὰ συγκοπὴν ἅλμη. ἢ παρὰ τὴν ἁλός ἅλη καὶ πλεονασμῷ τοῦ μ ἅλμη. οὕτως Ὠρίων
Translation (En)
Halmē "sea water": from hals "sea" comes *halimos, and the feminine is *halimē, and through syncope halmē; or from hals "sea", *halē and through the addition of [m], halmē. This is what Orion says
Parallels
Choeroboscus, Epimerismi in Psalmos, p. 174 (παρὰ τὸ ἃλς ἁλὸς, ἁλίμη, καὶ ἅλμη); Epimerismi homerici ordine alphabetico traditi, alpha 139 (ἅλμη: ὄνομα προσηγορικὸν παρώνυμον. οἱ μὲν παρὰ τὸ ἁλός ἅλιμος, ὡς <κῦδος> κύδιμος, τὸ θηλυκὸν ἁλίμη, ὡς κυδίμη, καὶ ἐνδείᾳ τοῦ ι ἅλμη. ἢ παρὰ τὸ ἁλός ἅλη, ὡς εὔφρονος εὐφρόνη, ἀμύμονος ἀμυμόνη, ἐπενθέσει τοῦ μ ἅλμη· ἐπεισόδῳ γὰρ τοῦ μ καὶ τὸ ἀχυρμιαί καὶ χερμάδιον καὶ τύμπανον· ὁ γὰρ πλεονασμὸς τοῦ μ πολύς); Scholia in Oppianum, Hal. 1.44 (ἅλμης· παρὰ τοῦ ἁλὸς ἅλιμος, ὡς κῦδος κύδιμος, τὸ προσηγορικὸν παρώνυμον· τὸ θετικὸν (sic) ἁλίμη, ὡς κυδίμη καὶ ἐνδείᾳ τοῦ ι ἅλμη· γίνεται ἀπὸ τῆς ἁλὸς ἅλη, ὡς εὔφρονος εὐφροσύνη, ἀμύμονος ἀμυμόνη, ἐπενθέσει τοῦ μ ἅλμη, ἐπεισόδῳ δὲ τοῦ μ ὡς ἀχυρμιά ἢ χερμάδιον καὶ τυμπάνιον· ὁ γὰρ πλεονασμὸς τοῦ μ πολύς); Etym. Parvum, alpha 77 (Ἅλμη· ὥσπερ παρὰ τρύγος γίνεται τρύγη, οὕτως καὶ παρὰ τὸ ἁλὸς ἁλὴ καὶ παρεμπτώσει τοῦ Μ ἅλμη· ἢ παρὰ τὸ ἁλὸς ἁλίμη καὶ ἅλμη); Etym. Gudianum, alpha, p. 96 (Ἅλμη· ὥσπερ παρὰ τὸ τρυγός γίνεται τρύγη, οὕτως καὶ παρὰ τὴν ἁλός γίνεται ἅλη καὶ παρεμπτώσει τοῦ μ ἅλμη· ἢ παρὰ τὸ ἅλς ἁλός ἅλιμος ἁλίμη καὶ συγκοπῇ ἅλμη); ibid., p. 97 (Ἅλμη· τὸ τῆς θαλάσσης ὕδωρ λέγεται ἅλμη καὶ τὸ ἐξ ἁλῶν καὶ ποτίμου κεκρα[μ]μένον ὕδωρ. παρὰ τὴν ἁλός γενικήν, ὡς παρὰ τὸ κῦδος κύδιμος, ἁλός ἅλιμος· καὶ ἁλίμη, ὡς εὔφρονος εὐφρόνη, καὶ συγκοπῇ ἅλμη); ibid., p. 97 (Ἅλμη <ε 53>· ὄνομα προσηγορικὸν παρώνυμον. οἱ μέν, παρὰ τὴν ἁλός ἅλιμος, ὡς κύδιμος, τὸ θηλυκὸν ἁλίμη, ὡς κυδίμη, καὶ ἐνδείᾳ τοῦ ι ἅλμη. οἱ δέ, ἀπὸ τῆς ἁλός ἅλη, ὡς εὔφρονος εὐφρόνη, ἀμύμονος ἀμυμόνη· ἐπενθέσει τοῦ μ ἅλμη); Etym. Magnum, Kallierges, p. 69 (Ἅλμη: Ὄνομα προσηγορικὸν παρώνυμον, οἱ μὲν, παρὰ τὴν ἁλὸς γενικὴν γίνεται ἅλιμος, ὡς κύδιμος· τὸ θηλυκὸν ἁλίμη, ὡς κυδίμη· καὶ ἐνδείᾳ τοῦ ι, ἅλμη. Ἢ ἀπὸ τοῦ ἁλὸς ἅλη [καὶ ἅλμη,] ὡς εὔφρονος εὐφρόνη, ἀμύμονος ἀμυμόνη. Καὶ ὡς παρὰ τὸ τρυγὸς τρύγη, οὕτως ἁλὸς ἅλη· καὶ ἐπεισόδῳ τοῦ μ, ἅλμη, ὡς ἀχυρμιαὶ, χερμάδιον, καὶ τυμπάνιον· ὁ γὰρ πλεονασμὸς τοῦ μ, πολύς. Ὦρος); Etym. Symeonis, vol. 1, p. 326 (ἅλμη (ε 53)· παρὰ † τῆς ἁλός γενικῆς † γίνεται ἁλός ἅλη καὶ ἐν πλεονασμῷ τοῦ μ ἅλμη. <πλεονάζει γὰρ τὸ μ ἐν πολλαῖς λέξεσιν, ὡς τύπανον, τὸ τυπτόμενον, τύμπανον, χρίπτω χρίμπτω, πίπλημι πίμπλημι>); Ps.-Zonaras, Lexicon, alpha, p. 127 (Ἅλμη. παρὰ τὸ ἁλὸς, ἅλη, καὶ πλεονασμῷ τοῦ μ ἅλμη)
Comment
The etymology is obvious, and correct. The point lies in the two different derivational paths proposed from ἅλς to ἅλμη