ἀ- + ἔχω
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Ἀσχάλλων (Eur. Or. 785)· ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἢ ἀγανακτῶν· παρὰ τὸ ἄχω, ἀφ’ οὗ ἄχομαι, οἷον σ 256· ‘νῦν δ’ ἄχομαι· τόσα γάρ μοι ἐπέσευεν κακά <δαίμων>’, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω, καὶ πλεονασμῷ τοῦ σ ἀσχάλλω· ἐκ δὲ τοῦ ἀσχάλλω γίνεται περισπώμενον ῥῆμα ἀσχαλῶ, τὸ τρίτον πρόσωπον ἀσχαλᾷ, καὶ πλεονασμῷ τοῦ α ἀσχαλάᾳ, ὡς παρ’ Ὁμήρῳ Β 292–293· ‘καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο | ἀσχαλάᾳ’. ἢ παρὰ τὸ σχῶ σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα. οὕτως Χρύσιππος (fr. novum)
ἄχομαι
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Reference
Edition
Source
Ref.
Ed.
Quotation
Ἀσχαλάαν, παρὰ τὸ ἄχω τὸ λυπῶ· οὗ παθητικὸν ἄχομαι· ‘νῦν δ’ ἄχομαι κακότητι’ (θ 182). παράγωγον ἀχάλλω, καὶ πλεονασμῷ τοῦ σ, ἀσχάλλω. οὕτω Φιλόξενος (fr. 451 Theodoridis). ὁ δὲ αὐτὸς φησίν· παρὰ τὸ σχῶ σχάλλω, καὶ μετὰ τῆς α στερήσεως, ἀσχάλλω (fr. 52 Theodoridis).