ἄχομαι
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Reference
Edition
Source
Ref.
Ed.
Quotation
Ἀσχαλάαν, παρὰ τὸ ἄχω τὸ λυπῶ· οὗ παθητικὸν ἄχομαι· ‘νῦν δ’ ἄχομαι κακότητι’ (θ 182). παράγωγον ἀχάλλω, καὶ πλεονασμῷ τοῦ σ, ἀσχάλλω. οὕτω Φιλόξενος (fr. 451 Theodoridis). ὁ δὲ αὐτὸς φησίν· παρὰ τὸ σχῶ σχάλλω, καὶ μετὰ τῆς α στερήσεως, ἀσχάλλω (fr. 52 Theodoridis).
Translation (En)
Askhalaan, from akhō "to cause sorrow", the passive of which is akhomai, ‘now I am afflicted by misfortune’ (Od. 8.182). Derivative *akhallō, and through adjunction of the [s], askhallō. This is what Philoxenus says. But the same Philoxenus says: from skhō <one derives> *skhallō, and with the privative prefix a-, askhallō.
Parallels
Etym. Genuinum, alpha 1332 (Ἀσχάλλων (Eur. Or. 785)· ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἢ ἀγανακτῶν· παρὰ τὸ ἄχω, ἀφ’ οὗ ἄχομαι, οἷον σ 256· ‘νῦν δ’ ἄχομαι· τόσα γάρ μοι ἐπέσευεν κακά’, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω, καὶ πλεονασμῷ τοῦ σ ἀσχάλλω· ἐκ δὲ τοῦ ἀσχάλλω γίνεται περισπώμενον ῥῆμα ἀσχαλῶ, τὸ τρίτον πρόσωπον ἀσχαλᾷ, καὶ πλεονασμῷ τοῦ α ἀσχαλάᾳ, ὡς παρ’ Ὁμήρῳ Β 292–293· ‘καὶ γάρ τίς θ’ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο | ἀσχαλάᾳ’. ἢ παρὰ τὸ σχῶ σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα. οὕτως Χρύσιππος (fr. novum)); Etym. Parvum, epsilon 30 (ἔστιν ἄχος, ἡ λύπη· ἐξ αὐτοῦ γίνεται χάλλω καὶ πλεονασμῷ τοῦ Σ σχάλλω καὶ ἀσχάλλω); Etym. Gudianum, epsilon, p. 536 (idem); Eustathius, Comm. Il. 1, 341 Van der Valk (Δῆλον δὲ ὅτι τε τοῦ ἀσχαλάαν προϋπάρχει ῥῆμα βαρύτονον τὸ ἀσχάλλειν, ὅ ἐστιν ἄχους ἅλις ἔχειν); ibid., 3, 267 (Πρωτότυπον δὲ τοῦ ἰάλλω τὸ ἱῶ, τουτέστι πέμπω, καθὰ καὶ τοῦ ἀχάλλω τὸ ἄχω πλεονασμῷ τοῦ σ, ὅθεν καὶ τὸ ἄχος καὶ τὸ ἄχνυσθαι, καὶ τοῦ θάλλω τὸ θέω θῶ, ἐξ οὗ καὶ ἄνθος ἐκ τοῦ ἀναθέειν συγκοπέν); Etym. Magnum, Kallierges p. 161 (Ἀσχάλλων: Ἀδημονῶν, λυπούμενος, χαλεπαίνων, ἢ ἀγανακτῶν· παρὰ τὸ ἄχω (οἷον, ‘Νῦν δ’ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων’) γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω· καὶ πλεονασμῷ τοῦ σ, ἀσχάλλω. Ὁ μέλλων, ἀσχαλῶ· ἐξ αὐτοῦ ῥῆμα περισπώμενον δευτέρας συζυγίας, ἀσχαλῶ· τὸ τρίτον, ἀσχαλάει ἀσχαλᾷ· καὶ πλεονασμῷ τοῦ α ποιητικῶς, ἀσχαλάα, ὡς τὸ βοάα· καὶ ἔστι τὸ μὲν πρὸ τέλους α, βραχύ· τὸ δὲ ἐπὶ τέλους, μακρόν. Πᾶσα γὰρ συλλαβὴ πλεονάζουσα βραχυτέρα θέλει εἶναι τῆς ἐν ᾗ πλεονάζει λέξεως. ἢ παρὰ τὸ σχῶ, σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα); Etym. Symeonis, vol. 1, p. 272 (ἀσχάλλων (Eur. Or. 785)· ἀδημονῶν, λυπούμενος, χαλεπαίνων. παρὰ τὸ ἄχω, ἀφ’ οὗ ἄχομαι, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω, καὶ πλεονασμῷ ἀσχαλάᾳ (Β 293). ἢ παρὰ τὸ σχῶ σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα); Ps.-Zonaras, Lexicon, alpha, p. 327 (Ἀσχάλλων. ἀδημονῶν, λυπούμενος, ὀλιγοψυχῶν, χαλεπαίνων. ὁ δὲ ἤσχαλεν [ὡς παρευδοκιμούμενος. παρὰ τὸ ἄχω, ἀφ’ οὗ ἄχομαι, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω. καὶ πλεονασμῷ τοῦ ς ἀσχάλλω. ἐκ δὲ τοῦ ἀσχάλλω γίνεται παράγωγον ῥῆμα ἀσχαλῶ, τὸ τρίτον πρόσωπον ἀσχαλᾷ καὶ πλεονασμῷ τοῦ α ἀσχαλάα. ἢ παρὰ τὸ σχῶ, σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα]).
The etymology is implicit in Apollinarius' Metaphrasis Psalmorum 2.142, l. 11: ἀσχαλόων ἀχέεσσι μετὰ φρεσὶ θυμὸν ὀρίνθην
Comment
The derivation of ἀσχάλλω, Hom. ἀσχαλάω "to grieve, to be irritated", from ἀχος "pain", ἄχομαι "to be afflicted" is widely attested in Greek lexicographers. It relies on an obvious semantic proximity and requires only a simple formal manipulation by Greek standards, the insertion of an [s].