κλείω1
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Κλίσιον: Σημαίνει τὸν τόπον ἔνθα ἵσταται τὰ ζεύγη. Ὁ μὲν τεχνικὸς, διὰ τῆς ΕΙ διφθόγγου γράφει· ὁ δὲ Ἡρωδιανὸς, διὰ τοῦ ι λέγει, ὅτι παρὰ τὸ κλ<ε>ίω (EM κλίνω) ἐστὶ, καὶ σημαίνει τὸ περιέχω. Καὶ ἐκεῖθεν κλίσις, καὶ κλίσιον, τὸ ὑποκοριστικόν· Τοῦτο παρὰ μὲν Ὁμήρῳ συστέλλει τὸ ι καὶ προπαροξύνεται, οἷον, ‘περὶ δὲ κλίσιον θέε πάντῃ’. Παρὰ δὲ τοῖς Ἀττικοῖς ἐκτείνεται τὸ ι, καὶ παροξύνεται, ὡς τὸ θηρίον·
κλίνω
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Κλίσιον δὲ αὐτὸ προσηγόρευσεν ἀναλόγως τῇ κλισίᾳ, ἥτις στρατιωτικὴ σκηνή ἐστιν αὐτοσχέδιος. ἀπὸ γὰρ τοῦ κλίνω, ἐξ οὗ καὶ κλιντὴρ καὶ κλισμός (καὶ οἱ μὲν ἔχοντες ἀπέρεισιν τοῖς ὤμοις κλισμοί, οἱ δ’ ἄλλοι θρόνοι). […] ἄλλο δὲ τὸ παρὰ Ἀττικοῖς κλίσιον· τοῦτο μὲν γὰρ ἁμαξῶν καὶ ζευγῶν δεκτικόν. ἐμοὶ δὲ δοκεῖ, φησὶ Δωρόθεος, ἀπὸ τοῦ κεκλίσθαι κατωνομάσθαι, τοῦ σημαίνοντος τὸ περιειληφέναι καὶ περιέχειν, περιέχειν δὲ ἐν μέσῳ τὸν οἶκον.