σαββώ, σαββάτωσις

Validation

No

Last modification

Sat, 10/17/2026 - 11:56

Word-form

σάββατον, σαββάτου

Transliteration (Word)

sabbaton

Transliteration (Etymon)

sabbō, sabbatōsis

Author

Apion

Century

1st century CE

Source

Flavius Josephus, Against Apion II.20–27.

Ref.

Contra Apionem II.20–27, 56,26–57,24 Niese.

Ed.

Niese, B. (ed.) 1889. Flavii Iosephi opera, vol. 5. Berlin: Weidmann.

Quotation

θαυμαστήν τινα καὶ πιθανὴν ἀποδίδωσιν αἰτίαν, ἀφ᾽ ἧς φησι τὸ σάββατον ὠνομάσθαι. “ὁδεύσαντες γάρ, φησίν, ἓξ ἡμερῶν ὁδὸν βουβῶνας ἔσχον καὶ διὰ ταύτην τὴν αἰτίαν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀνεπαύσαντο σωθέντες εἰς τὴν χώραν τὴν νῦν Ἰουδαίαν λεγομένην καὶ ἐκάλεσαν τὴν ἡμέραν σάββατον σώζοντες τὴν Αἰγυπτίων γλῶτταν· τὸ γὰρ βουβῶνος ἄλγος καλοῦσιν Αἰγύπτιοι σαββάτωσις.” οὐκ ἂν οὖν τις ἢ καταγελάσειε τῆς φλυαρίας ἢ τοὐναντίον μισήσειε τὴν ἐν τῷ τοιαῦτα γράφειν ἀναίδειαν; … ἡ δὲ περὶ τὴν ὀνομασίαν τοῦ σαββάτου γραμματικὴ μετάθεσις ἀναίδειαν ἔχει πολλὴν ἢ δεινὴν ἀμαθίαν· τὸ γὰρ σαββὼ καὶ σάββατον πλεῖστον ἀλλήλων διαφέρει· τὸ μὲν γὰρ σάββατον κατὰ τὴν Ἰουδαίων διάλεκτον ἀνάπαυσίς ἐστιν ἀπὸ παντὸς ἔργου, τὸ δὲ σαββώ, καθάπερ ἐκεῖνός φησι, δηλοῖ παρ᾽ Αἰγυπτίοις τὸ βουβῶνος ἄλγος.

(Contr. Ap. II.20–22, 56,27–57,3, II.26–27, 57,19–24 Niese)