θεῖος
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
(A Schol. Il. 6.518b1) ἠθεῖε: Ἀρίσταρχος προπερισπᾷ ὡς οἰκεῖε. καὶ ἴσως <παρὰ> τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο
(A Schol. Il. 6.518a) γέγονε δὲ τὸ ἠθεῖος ἢ παρὰ τὸ θεῖος κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος—πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσι<ν>, ὡς μύει ἠμύει, „τῶ κε τάχ’ ἠμύσειε πόλις“ (Β 373), πεδανός „ἠπεδανός“ (Θ 104. θ 311), εὐγενής εὐηγενής, „τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι“ (Ψ 81), βαιός ἠβαιός (cf. Β 380 al.) — ἢ παρὰ τὸ ἔθος ἔθειος, ὡς τέλος τέλειος (cf. Α 66, Ω 34), ὄρος ὄρειος, ὄνειδος ὀνείδ<ε>ιος (cf. Α 519 al.), καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῷ τοῦ τόνου γίνεται ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ τάσις σώζεται καὶ ὀλίγα πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδονται.
ἀ- + θεῖος
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Ἠθεῖε. προφώνημα νέου πρὸς πρεσβύτερον. ἢ ἠθεῖος ὁ πάππος. παρὰ τὸ θεὸς θέϊος, κατὰ συναίρεσιν θεῖος, κατ’ ἐπέκτασιν ἠθεῖος, ὡς βαιὸν ἠβαιὸν, μύει ἠμύει. ἢ παρὰ τὸ ἔθος ἐθεῖος, καὶ ἠθεῖος κατ’ ἔκτασιν. ἢ ἠθεῖος ὁ ἄγαν θεῖος καὶ θαυμαστός
ἦθος
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Reference
Edition
Source
Ref.
Ed.
Quotation
(Eustathius) Ἐν δὲ τοῖς τοῦ γραμματικοῦ Ἀριστοφάνους κεῖται καί, ὅτι ἠθείους τοὺς ὁμοτρόπους φαμὲν τῷ τὰ αὐτὰ ἤθη ἔχειν καὶ ἐν ὁμοίοις ἤθεσι καταγεγονέναι. Παρ’ ἐνίοις γάρ, φησί, τὰ ἔθη ἤθη λέγεται.