νη- + οἶδα
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται
οὐδέ τι ἰδρείῃ, ἐπεὶ οὐδ’ ἐμὲ νήϊδά γ’ οὕτως
ἔλπομαι ἐν Σαλαμῖνι γενέσθαι τε τραφέμεν τε
νέος
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Δεῖ δὲ γινώσκειν, ὅτι φασί τινες ὡς καὶ τὸ νῆϊς, ὃ σημαίνει τὸν μηδὲν ἐπιστάμενον ἤγουν τὸν ἄπειρον, παρώνυμόν ἐστι καὶ τούτου χάριν ὡς παρώνυμον καὶ μακροπαράληκτον διὰ τοῦ δος κλίνεται, οἷον νήϊδος, ὡς παρὰ Καλλιμάχῳ <fragm. 488 Sch.> <νήϊδες οἳ Μούσης οὐκ ἐγένοντο φίλοι· φασὶ γὰρ ὅτι ἀπὸ τοῦ νέος γέγονε νέϊς παρώνυμον καὶ κατ’ ἐπέκτασιν τοῦ ε εἰς τὸ η νῆϊς, τοῖς γὰρ νέοις παρέπεται τὸ μηδὲν ἐπίστασθαι. Οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· οὐκ ἔστι γὰρ ἁπλοῦν, ἀλλὰ σύνθετον ἀπὸ τοῦ νή τοῦ στερητικοῦ ἐπιρρήματος καὶ τοῦ εἴδω τοῦ σημαίνοντος τὸ ἐπίσταμαι, οἷον ὁ ἐστερημένος τοῦ ἐπίστασθαι, καὶ λοιπὸν τοῦ εἴδω τὸ σύμφωνον ἐφύλαξε κατὰ τὴν κλίσιν, φημὶ δὴ τὸ δ· διατί δὲ τοῦ εἴδω διὰ τῆς ει διφθόγγου γραφομένου τὸ νῆϊς διὰ τοῦ ι γράφεται, ἐν τῇ ὀρθογραφίᾳ εἰ θεῷ φίλον μαθησόμεθα. Ὅτι γὰρ οὐ δύναται τὸ νῆϊς ἀπὸ τοῦ νέος εἶναι, ἵνα παρώνυμον καὶ ἁπλοῦν λάβωμεν αὐτό, δείκνυσι τὸ οὐδέτερον νήϊον· οὐδέποτε γὰρ τὰ εἰς ις ἁπλᾶ ποιοῦσιν οὐδετέρου παρασχηματισμόν, οἷον ὄφις μάντις πόλις, χωρὶς τοῦ τίς· τοῦτο γὰρ ποιεῖ οὐδέτερον τὸ τί, ἐπειδὴ πευστικόν ἐστι, τὰ δὲ πευστικὰ ἐν τριγενείᾳ παραλαμβάνονται, οἷον ποῖος ποία ποῖον, πόσος πόση πόσον· εἰ ἄρα οὖν τὸ νῆϊς ποιεῖ οὐδέτερον τὸ νήϊον, δηλονότι οὐκ ἔστιν ἁπλοῦν ἀλλὰ σύνθετον