κόσμος
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Κομόωντας, μεγαλοφρονοῦντας, μετοχὴ, τὸ θέμα κομῶ συζυγίας πρώτης καὶ δευτέρας· καί τι σημαίνει ὅτε ἐστι πρώτης; καί τι σημαίνει, ὅτε ἔστι δευτέρας; καὶ πόσα σημαίνει; ὅτε ἐστι πρώτης, σημαίνει τὸ θεραπεύω καὶ ἐπιμελοῦμαι, τοῦτο μὲν θεράποντε κομείτην (Il. 8.109) ἐξ οὗ καὶ κατὰ παραγωγὴν κομίζειν καὶ κομίσαι τέ με (Il. 5.359)· ὅτε δέ ἐστι δευτέρας, σημαίνει τὸ εὐφραίνομαι καὶ ἀγάλλομαι, καὶ τὰς τρίχας τρέφω· τὸ δὲ κομαστὴς οὔκ ἐστιν ἐκ τούτου, ἀλλ’ ἐκ τοῦ κομάζω· τὸ δὲ κομῶ ἐκ τοῦ κόσμος· καὶ γὰρ κόσμον ὁ δημιουργὸς ἐνέθηκε τῷ ἀνθρώπῳ τὰς τρίχας· ἐκ δὲ τοῦ κομῶ καὶ τοῦ ἵππος γίνεται τὸ ἱπποκόμος· καὶ γηρωκόμος· διάτι βαρύνεται; ἐπειδὴ τὰ ἀπὸ ῥημάτων συντιθέμενα ὀνόματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον, ἱπποκόμον· πηλίκα· τοῦτο γὰρ ἀπὸ τοῦ κόμη συνεθέτη τοῦ ὀνόματος, καὶ οὐκ ἀπὸ τοῦ ῥήματος.