πολύς + οὐσία

Validation

No

Last modification

Mon, 08/03/2026 - 11:52

Word-form

πλουσίοις

Transliteration (Word)

plousios

English translation (word)

wealthy

Transliteration (Etymon)

polus + ousia

English translation (etymon)

much, many + substance, essence, property

Author

Plato

Century

5-4 BC

Source

idem

Ref.

Respublica 129e

Ed.

S.R. Slings, Platonis Rempublicam, Oxford: Oxford University Press, 2003

Comment

Compositional etymology. It is implicit in Plato and is widely repeated afterwards as an explicit etymology. The wealthy man owns much property. The etymology requires a syncope of the /o/ in the initial syllable

Parallels

Stobaeus, Anthologium 4.50a.31 (idem); Menander, fr. 739 KUorter & Thierfelder (ἔχω δὲ πολλὴν οὐσίαν καὶ πλούσιος | καλοῦμ’ ὑπὸ πάντων, μακάριος δ’ ὑπ’ οὐδενός); Ptolemaeus, De differentia vocabulorum, pi 128 (πλούσιος εὐπόρου καὶ ἀφνειὸς ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. πλούσιος μὲν γάρ ἐστιν ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων—ἔνος γὰρ ὁ ἐνιαυτός—. ὄλβιος δὲ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως); Herennius Philo, De diversis verborum significationibus, pi 93 (πλούσιος ἀφνειοῦ καὶ ὀλβίου διαφέρει. πλούσιος μὲν γὰρ ὁ πολλὴν περιουσίαν ἔχων, ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν οὐσίαν συλλέγων, ὄλβιος δέ ἐστιν ὁ τελείαν εὐδαιμονίαν ἔχων); Ammonius, De adfinium vocabulorum differentia 394 (πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. πλούσιος μὲν γὰρ ὁ πολυούσιος ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων — ἔνος γὰρ ὁ ἐνιαυτός· ὄλβιος δ’ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δ’ ὁ ζῶν ἡδέως καὶ ἀλύπως); Lexica synonymica, Excerptum Casanatense sive Ἔκλογα διαφόρων λέξεων 101 (πλούσιος μέν ἐστιν ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπ’ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων—ἔνος γὰρ ὁ ἐνιαυτός—· ὄλβιος δὲ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως); Chowroboscus, Epimerismi in Psalmos, p. 118 (πλούσιος, παρὰ τὸ πολὺς καὶ οὐσία, πολυούσιός τις ὢν, καὶ ἐν συγκοπῇ πλούσιος. Τί διαφέρει πλούσιος, εὔπορος, ἀφνειὸς, καὶ ὄλβιος. Διαφέρει· πλούσιος ὁ πολλὴν ἔχων οὐσίαν· εὔπορος, ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεὴς, ἀφνειὸς, ὁ ἀπὸ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων, ὄλβιος δὲ, ὁ τελείαν ἔχων τὴν εὐδαιμονίαν); Epimerismi homerici ordine alphabetico traditi, omicron 64 (Τί διαφέρει πλούσιος εὔπορος ἀφνειός ὄλβιος εὐτυχοῦς; {διαφέρει} πλούσιος μὲν ὁ πολυούσιος καὶ πολλὴν ἔχων οὐσίαν· εὔπορος ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ὑπάρχων ἀνενδεής· ἀφνειός ὁ ἀπὸ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων (ἔνος γὰρ ὁ ἐνιαυτός)· ὄλβιος δὲ ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως· σημαίνει δὲ ὄλβιος τὸν εὐδαίμονα καὶ πλούσιον); Etym. Gudianum, omicron, p. 425 (διαφέρει· πλούσιος μὲν γάρ ἐστιν, ὁ πολλὴν οὐσίαν ἔχων· εὔπορος ὁ εἰς τὰς ἐπιβαλλούσας χρείας ὑπάρχων ἀνενδεής· ἀφνειὸς ὁ ἀπὸ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων ἔνος γὰρ ὁ ἐνιαυτός· ὄλβιος δὲ ὁ τέλειαν τὴν εὐδαιμονίαν ἔχων, οἷον, ὁλόβιος· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως. σημαίνει δὲ ὄλβιος τὸν εὐδαίμονα καὶ πλούσιον); ibid., pi, p. 470 (Πλούσιος, παρὰ τὸ πολὺ καὶ τὸ οὐσία, πολυούσιός τις ὢν, καὶ ἐν συγκοπῇ πλούσιος· διαφέρει δὲ πλούσιος, εὔπορος, ἀφνειὸς, ὄλβιος καὶ εὐτυχής· πλούσιος μὲν ὁ πολλὴν οὐσίαν ἔχων· εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀφ’ ἑνὸς ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων, ὄλβιος ὁ τελέως τὴν εὐδαιμονίαν ἔχων· εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως); Etym. Magnum, Kallierges, p. 677 (Πλούσιος: Οἱονεὶ πολυούσιος, κατὰ συγκοπὴν ἐκ τοῦ πολὺς καὶ τὸ οὐσία, ὁ πολλὴν οὐσίαν ἔχων).

The etymology may be alluded to in the bT Scholion to Il. 18.300-1a ( <Τρώων δ’> ὃς κτεάτεσ<σ>ιν <ὑπερφιάλως ἀνιάζει / συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι>: ἐμφαίνει ὡς Πολυδάμας πλούσιος ὢν δειλιᾷ προκινδυνεύειν. φησὶ γοῦν· ὅστις τῶν Τρώων λυπεῖ τὸ κοινὸν αὐτὸς ἔχων πλείστην οὐσίαν, ἐκείνη δημευέσθω. καὶ ἔστι τοῦτο προτρεπτικὸν τοῦ πλήθους, ἀλλ’ ὑπονοεῖ τοὺς πλουσίους ὀκνεῖν ἐκστρατεύεσθαι δειλιῶντας κινδυνεύειν)

Modern etymology

Derivative of πλοῦτος

Persistence in Modern Greek

Yes

Entry By

Le Feuvre