θοάζω 2
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Reference
Edition
Source
Ref.
Ed.
Quotation
θοῇ· ... σημαίνει δὲ καὶ τὸ ἀσφαλές· „θοῶς δ’ ἐπὶ δεσμὸν ἰῆλαι“ (φ 241), ἀντὶ τοῦ ἀσφαλῶς. ἐκ τούτου δὲ τὸ ἑδραῖον καὶ ἐκ τοῦ ἑδραίου τὸ ἰσχυρόν. καὶ „θοὴν δαῖτα“ τὴν ἑδραίαν καὶ ἀκίνητον διὰ τὸ καθέζεσθαι καὶ ταύτης τυγχάνειν· ἔνθεν καὶ τὸ θοάζειν· „τίνας ποθ’ ἕδρας τάσδε μοι θοάζετε“ (Soph. OT 2). οὕτως οὖν καὶ „θοὴν νύκτα“ (cf. Κ 394) τὴν ἑδραίαν, οὐχ ὥς τινες τὴν μέλαιναν, ἀλλὰ τὴν ἀκίνητον, ὅτε ἀκινητεῖται τὰ φῦλα πάντα. ταύτῃ γὰρ καὶ „νὺξ ἀβρότη“ (Ξ 78) εἴρηται κατὰ στέρησιν τοῦ προϊέναι. καὶ τὸ „νυκτὸς ἀμολγῷ“ (Λ 173) οὐχ ὡς ἔνιοι κατ’ ἐκεῖνο τῆς ὥρας, ᾗ ἀμέλγεται τὰ θρέμματα, ἀλλ’ ἀπὸ τοῦ μολῶ ἀμολὸς καὶ ἀμολγός. ὡς ἀπὸ τοῦ θῶ οὖν γέγονε τίθημι· τὸ δὲ τιθέμενον ἀσφαλές. καὶ παρὰ τῷ Ἀντιμάχῳ (fr. 187 Wyss) „Ἄϊδος ἐκπρολιποῦσα θοὸν δόμον“, οὐ τὸν μέλανα, ἀλλὰ τὸν ἀκίνητον.