ἀλφάνω
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Ἄλφιτα (Λ 640)· ‘ἐπὶ δ’ ἄλφιτα λευκὰ πάλυνεν’. παρὰ τὸ ἀλφαίνειν, ἡ πρῶτον εὑρεθεῖσα τροφή. ἢ ἀλήφατά τινα ὄντα, τὰ ἀληλεσμένα, πρὸς ἀντιδιαστολὴν τῶν ὅλων, ἀλήφατα ἄλφιτα
ἀλφάνω + ἴτης
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Γίνεται δὲ ἄλφιτον, ὡς καὶ ἐν Ὀδυσσείᾳ φαίνεται, ἢ παρὰ τὸ ἀλῶ, τὸ ἀλήθω, καὶ τὸ φῶ, τὸ φονεύω, τὸ οἱονεὶ πεφασμένον ἐν τῷ ἀλήθεσθαι. διὸ καὶ μυλήφατον λέγεται. ἢ παρὰ τὸ ἄλφω, τὸ εὑρίσκω, καὶ τὸ ἴτης, ὁ πτωχός, τὸ τοῖς ἴταις εὑρισκόμενον. ἄλφιτον γάρ, φασί, κυρίως κρίθινον πίτυρον. τινὲς δὲ ἁπλούστερον ἄλφιτόν φασι τὸ ἐκ πεφρυγμένων κριθῶν, παρὰ τὸ ἀλφῶ τὸ πρῶτον ἐφευρεθέν
ἀλέω + φαίνω
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
δοκεῖ δὲ τὸ ἄλφιτον, εὐτελέστερον ἀλεύρου εἶναι. εἰ δὲ οἱ μεθ’ Ὅμηρον ἐπὶ κριθίνων ἀλεύρων ἢ καὶ ἐπὶ πιτύρων τὸ ἄλφιτον τιθέασι παρὰ τὸ ἄλφεσθαι ἴταις ὅ ἐστιν εὑρίσκεσθαι πτωχοῖς δι’ εὐτέλειαν, ἀλλ’ ὁ ποιητὴς οὐχ’ οὕτως ἐκδέχεται. ἀλλὰ τὸ ἁπλῶς ἄλευρον, ἄλφιτον λέγει διὰ τὸ ἐν τῷ ἀλεῖσθαι, φάειν, ἤγουν φαίνειν καὶ λευκαίνεσθαι, ἢ φονεύεσθαι. ὅθεν καὶ μυλήφατον ἄλφιτον, ὅπερ ὅ τι οὐκ ἐξ ἀνάγκης πίτυρον ἢ πιτυρῶδες ἐστὶ, δηλοῦσι καὶ τὰ τῶν τρυφώντων ψαιστὰ, ἄλφιτα ὄντα κατὰ Παυσανίαν, οἴνῳ καὶ ἐλαίῳ μεμαγμένα ἢ δεδευμένα