ὅρος + ἄνω
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
(τόπος) ὃν ἐτύμως καλοῦμεν οὐρανὸν μὲν ἀπὸ τοῦ ὅρον εἶναι τὸν ἄνω
ὠρεῖν (ὠρεύειν)
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Ὁ οὐρανός, ὦ παιδίον, περιέχει κύκλῳ τὴν γῆν καὶ τὴν θάλατταν καὶ τὰ ἐπὶ γῆς καὶ τὰ ἐν θαλάττῃ πάντα καὶ διὰ τοῦτο ταύτης ἔτυχε τῆς προσηγορίας, οὖρος ὢν ἄνω πάντων καὶ ὁρίζων τὴν φύσιν· ἔνιοι δέ φασιν ἀπὸ τοῦ ὠρεῖν ἢ ὠρεύειν τὰ ὄντα, ὅ ἐστι φυλάττειν, οὐρανὸν κεκλῆσθαι, ἀφ’ οὗ καὶ ὁ θυρωρὸς ὠνομάσθη καὶ τὸ πολυωρεῖν· ἄλλοι δὲ αὐτὸν ἀπὸ τοῦ ὁρᾶσθαι ἄνω ἐτυμολογοῦσι
ὁράω
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
οὐρανὸς δὲ ἠτυμολόγηται, ἤτοι ἐπεὶ ὅρος παλαιός ἐστιν ἢ ἐπεὶ σφαιροειδὴς ὢν ἔνδοθεν αὑτοῦ ἡμᾶς οὐρεῖ, ὅ ἐστι φυλάσσει, ἢ ἐπεὶ ἀνώτατός ἐστι (τῶι δὲ ὅρωι τὸ ἄνω δηλοῦν Φρυγῶν ἴδιον, ὡς Νεοπτόλεμος ἐν ταῖς Φρυγίαις φωναῖς [Meineke Anal Al p. 360]) ἢ ἀπὸ τοῦ ὁρᾶσθαι ἢ ἀπὸ τοῦ ὀρούειν (κινεῖται γάρ) ἢ ἀπὸ τοῦ οὖρος εἶναι καὶ ἔσχατος ὅρος
ὀρούω
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
οὐρανὸς δὲ ἠτυμολόγηται, ἤτοι ἐπεὶ ὅρος παλαιός ἐστιν ἢ ἐπεὶ σφαιροειδὴς ὢν ἔνδοθεν αὑτοῦ ἡμᾶς οὐρεῖ, ὅ ἐστι φυλάσσει, ἢ ἐπεὶ ἀνώτατός ἐστι (τῶι δὲ ὅρωι τὸ ἄνω δηλοῦν Φρυγῶν ἴδιον, ὡς Νεοπτόλεμος ἐν ταῖς Φρυγίαις φωναῖς [Meineke Anal Al p. 360]) ἢ ἀπὸ τοῦ ὁρᾶσθαι ἢ ἀπὸ τοῦ ὀρούειν (κινεῖται γάρ) ἢ ἀπὸ τοῦ οὖρος εἶναι καὶ ἔσχατος ὅρος
ὁράω + νόος
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Οὐρανὸς, ὁρᾶται νοερῶς· ἢ παρὰ τὸ ὁρῶ τὸ φυλάσσω· ἢ οὐρανὸς τοῦτ’ ἔστιν ὅρασις νοῦ· ἢ διὰ τὸ ὁρᾶσθαι ἄνω, ἡ ὅρασις ἄνω κειμένη· ἢ παρὰ τὸ ὁρῶ τὸ βλέπω, ὁ πᾶσιν ὁρώμενος ἤτοι φαινόμενος, ὁρανὸς καὶ ἐν πλεονασμῷ τοῦ υ οὐρανός· καὶ ὤφειλε δασύνεσθαι, ἐπεὶ ἀπὸ τοῦ ὁρῶ γίνεται· ἀλλὰ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ υ πλεόναζον ψιλοῦται τὰ πρὸ ἑαυτοῦ φωνήεντα, οἷον ὄρος, οὖρος ἕκηλος, εὔκηλος, ἕαδε εὔαδε.
Οὐρανὸς, παρὰ τὸ ἄνω φέρειν τὸν νοῦν· ἢ παρὰ τὸ ἄνω ὁρᾶσθαι τὸν νοῦν
οὖρος
Validation
Word-lemma
Word-form
Transliteration (Word)
Etymon-lemma
Transliteration (Etymon)
Century
Source
Ref.
Ed.
Quotation
Οὐρανός. ἀπὸ τοῦ οὐρεῖν καὶ φυλάττειν πάντα, καὶ κηπωρὸς, καὶ θυρωρὸς, παρὰ τὸ οὐρεῖν. Ἡσίοδος· Γαῖα μέν τοι πρῶτον ἐγείνατο ἶσον αὑτῇ Οὐρανὸν ἀστερόενθ’, ἵνα μιν περὶ πάντα καλύπτῃ. καὶ οὖρος ὁ φύλαξ ἐν τοῖς ἀγροῖς. ὅροι λέγονται οἱ φυλάττοντες τὸ ἴδιον ἀπὸ τοῦ ἀλλοτρίου. οὕτως Ἡρακλείδης ὁ Ποντικός