ἰός2

Validation

No

Last modification

Thu, 08/05/2021 - 14:03

Word-form

ἰοί

Transliteration (Word)

ios

English translation (word)

arrow

Transliteration (Etymon)

ios

English translation (etymon)

poison

Author

Hesychius

Century

5/6 AD

Source

Idem

Ref.

Lexicon, iota 738

Ed.

K. Latte, Hesychii Alexandrini Lexicon, vol. 1, Copenhagen 1953

Quotation

ἰοί· τὰ βέλη. ἀπὸ τοῦ ἰέναι· ἢ ἀπὸ τοῦ ἰοῦ. ἐχρίοντο γὰρ φαρμάκῳ τινὶ αἱ ἀκίδες αὐτῶν

Translation (En)

ioi: the arrows, from "to go" (ienai). Or from "poison" (iou), because they used to anoint the arrowheads with poison

Comment

Choeroboscus, De orthographia (epitome), p. 223 (Ἰός: Σημαίνει δὲ τὸ βέλος, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸν ὄντα ἰὸν τοῦ ὄφεως γέγονεν· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρέθῃ· ἢ παρὰ τὸ ἰέναι γέγονεν, καὶ γὰρ λίαν πορεύεται τὸ βέλος· τὸ δὲ ἰέναι διὰ τοῦ ι γράφεται, ἐπειδὴ ἀπὸ τοῦ ἴημι ἐστίν); Epimerismi homerici Il. 1.48c (ἰόν: τὸ βέλος· ἐκλήθη δὲ ἰός παρὰ τὸ ⸤β⸥λ⸤απτι⸥κὸς εἶναι· ὥσπερ γὰρ ὁ ἰός φθαρτικός ἐστι τοῦ σιδήρου, οὕτως καὶ οὗτος τοῦ σώματος. γέγονε δὲ παρὰ τὸ ἵημι, τὸ σημαῖνον τὸ πέμπω, ἢ παρὰ τὸ ἰόν, τὸ δ⸤ηλοῦν⸥ τὸ φάρμακον τοῦ ὄφεως. καὶ γὰρ ἔχριον αὐτὸ ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρεθῇ); b Schol. Il. 1.48 (τοὺς δὲ ὀϊστοὺς διὰ τὸ βλαπτικὸν ἰοὺς ἐκάλεσεν); T Schol. Il. 11.515c Erbse (τὸν ἰὸν ἔκτεμνε τῷ Μαχάονι καὶ ἐπίπασσε φάρμακα· καὶ οὐ θαῦμα ἰούς τὸν ἰὸν εἰρῆσθαι); Etym. Gudianum, iota, p. 280 (Ἰὸς, σημαίνει τὸ βέλος, παρὰ τὸ ἵημι τὸ πέμπω, τὸ πρὸς βλάβην ἐκπεμπόμενον· ἢ παρὰ τὸ ἰὸν τοῦ ὄφεως· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρεθῇ. ἢ παρὰ τὸ ἰέναι γέγονε, καὶ γὰρ τοὺς τιτρωσκομένους ποιεῖ πορεύεσθαι εἰς τὸν ᾅδην. τὸ δὲ ἰέναι διὰ τοῦτο, ἐπειδὴ παρὰ τὸ ἵημι, καὶ γὰρ λίαν πορεύεται τὸ βέλος, τὸ δὲ ἰέναι παρὰ τὸ ἵημι ἔστιν); ibid., p. 280 (Ἰὸς, τὸ φάρμακον, οἱ γὰρ ἀρχαῖοι ἐπὶ τοῖς ἰοῖς αὐτῶν φάρμακα ἔβαλλον. γίνεται δὲ παρὰ τὸ ἵημι, τὸ πέμπω, ἰὸς, τὸ πεμπόμενον βέλος. | Ἰὸς, παρὰ τὸ βλαπτικὸν εἶναι, ὥσπερ γὰρ ἰὸς τοῦ σιδήρου, οὕτω καὶ οὗτος τοῦ σώματος. γέγονε δὲ παρὰ τὸ ἵημι τὸ πέμπω. ἢ παρὰ τὸν ἰὸν, δηλοῦντα τὸ φάρμακον τοῦ ὄφεως. καὶ γὰρ ἔχριον αὐτὰ ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως); Etym. Magnum, Kallierges, p. 472 (Σημαίνει τὸ βέλος· διὰ τὸ βλαπτικὸν εἶναι· ὥσπερ γὰρ ὁ ἰὸς φάρμακον ἐστὶ τοῦ σιδήρου, οὕτως καὶ οὗτος τοῦ σώματος. Ἢ παρὰ τὸν ἰὸν, τὸ δηλοῦν τὸ φάρμακον τοῦ ὄφεως· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρεθῇ. Ἢ παρὰ τὸ ἰέναι ποιεῖν τοὺς τιτρωσκομένους εἰς ᾅδου. Ἀπὸ τοῦ ἴημι γίνεται τὸ ἰέναι· καὶ γὰρ λίαν πορεύεται τὸ βέλος· καὶ ὁ ἰὸς πορευτικός ἐστιν)' Ps.-Zonaras, Lexicon, iota, p. 1113 (Ἰός. τὸ βέλος. παρὰ γὰρ τὸν ἰὸν τοῦ ὄφεως γίνεται ἰὸς, τὸ βέλος. καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενος τὶς εὐθέως ἀναιρεθῇ. παρὰ τὸ ἰέναι ποιεῖν τοὺς τιτρωσκομένους εἰς ᾅδην)

Modern etymology

Isolated within Greek, except for a few compounds, e.g. ἰοχέαιρα "having an arrow in her hand", epithet of Artemis. Cognate with Ved. iṣu- "arrow", iṣu-hasta- "having an arrow in his hand" (Beekes, EDG)

Persistence in Modern Greek

No

Entry By

Le Feuvre