γαίω

Validation

No

Last modification

Thu, 08/05/2021 - 14:03

Word-form

γαῦρος

Transliteration (Word)

gauros

English translation (word)

exulting in

Transliteration (Etymon)

gaiō

English translation (etymon)

to rejoice

Author

Orion

Century

5 AD

Source

Idem

Ref.

Etymologicum, gamma, p. 41

Ed.

F. Sturz, Orionis Thebani etymologicon, Leipzig, Weigel, 1820

Quotation

Γαῦρος, παρὰ τὸ γαίω τὸ γαυριῶ, ἢ παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι.

Translation (En)

Gauros ("exulting in"): from gaiō "to bear proudly" or from apo gēs airesthai ("to be raised from the earth")

Parallels

Choeroboscus, Epimerismi in Psalmos, p. 155 (ταῦρος· παρὰ τὸ γαίω τὸ γαυριῶ, γαῦρος καὶ ταῦρος); Epimerismi Homerici (ordine alphabetico traditi), tau 15 (idem); Etym. Gudianum, gamma, p. 300 (Γαῦρος <Jo. Damasc. Canon. iamb. 1, 96>· παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἐξ αὐτοῦ γαῖρος, καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος. προπερισπᾶται· τὰ εἰς ρος δισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἢ προσηγορικὰ ἢ ἐπίθετα <προ>περισπᾶται, οἷον σαῦρος μαῦρος ταῦρος γαῦρος); Etym. Gudianum, tau, p. 523 (Ταῦρος, παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῦρος, καὶ τροπῇ τοῦ γ εἰς τ, ταῦρος· ἢ παρὰ τὸ τανύω καὶ τὸ οὐρὰ, τανύουρός τίς ἐστι, καὶ κατὰ συγκοπὴν ταῦρος. σημαίνει δὲ τρία· τὸ ζῶον, καὶ τὸν ὑπὸ τῶν ὀρχέων τόπον, καὶ τὸ ἄστρον); Eustathius, Comm. Od. 1, 95 Stallbaum )τὸ ἀγαυρὸς μὴ ἀπὸ τοῦ ἀγαυὸς ἀλλ’ ἀπὸ τοῦ γαῦρος γίνεται. εἰ γὰρ ἐκεῖνο μὲν οὐκ ἔχει ἀπορίαν ὡς τῆς ἐπενθέσεως τοῦ ρ μὴ ἀναγκαζούσης προπαροξυτόνησιν, τοῦτο δὲ ἀπορηθείη ἄν, εἰ τὸ μὲν ἁ πλοῦν βαρύνεται ἤγουν τὸ γαῦρος, τὸ δὲ σύνθετον ἀγαυρὸς, ὀξύνεται, δέον ὂν προπαροξύνεσθαι. ἀλλὰ καὶ τοῦτο ἔχει λόγον, διὰ τὸ συνακολουθῆσαι τῷ ἀφαυρὸς, καὶ τῷ ἀμαυρὸς καὶ τοῖς ὁμοίοις); Etym. Magnum Kallierges, p. 222 (Γαῦρος: Ὁ ἐπηρμένος καὶ τεθαρσυμένος. Παρὰ τὸ γαίω, τὸ γαυριῶ, γίνεται γαῖρος· καὶ τροπῇ τοῦ ι εἰς υ, ὡς κλαίω κλαύσω); ibid., p. 747 (Ταῦρος: Ἢ παρὰ τὸ τείνω καὶ τὸ οὐρὰ, τανύουρός τις ὤν· καὶ συγκοπῇ, ταῦρος· ἢ παρὰ τὸ γαίω, τὸ γαυριῶ, γαῦρος· καὶ τροπῇ, ταῦρος. Καὶ ὁ ὑπὸ τῶν ὀρχέων τόπος οὕτως ὠνόμασται, παρὰ τὴν ἀνάτασιν); Etym. Symeonis, gamma 33 (Γαῦρος· ὁ ἐπηρμένος· παρὰ τὸ γαίω τὸ γαυριῶ γαῖρος καὶ τροπῇ τοῦ ι εἰς υ, γαῦρος); Ps.-Zonaras, Lexicon, alpha 31 (Ἀγαυρίαμα. ἔπαρμα. [παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῦρος, τροπῇ τοῦ ι εἰς υ, ὡς κλαίω, κλαύσω. καὶ ἐν ἐπιτάσει τοῦ α ἀγαυρὸς καὶ ἀγαυρίαμα. καὶ γαυριᾷν τὸ μεγάλα ἐπαίρεσθαι]; ibid., gamma, p. 423 (Γαυριᾷ. ἐπαίρεται. παρὰ τὸ γαίω, τὸ γαυριῶ, γαῖρος καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος καὶ γαυριῶ); Scholia in Sophoclem, 297a (<ταύρους:> ταῦρος παρὰ τὸ γαίω τὸ γαυριῶ. γαῦρος καὶ ταῦρος διὰ τὸ γαυριέστερον εἶναι)

Modern etymology

Derived from γαίω (< *γαϝ-yω), γάνυμαι, *gh2-u- (Beekes, EDG)

Persistence in Modern Greek

No

Entry By

Arthur de Tocqueville