σκέλλω
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Reference
Edition
Source
Ref.
Ed.
Quotation
ἀσκελές· τὸ σκληρόν. οἷον „ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰέν“ (α 68). παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, γίνεται ἀσκελές, τὸ ἄγαν σκληρόν· ὅθεν καὶ σκέλος. οὕτω Φιλόξενος
Translation (En)
Askeles "dry", as in ‘earth-shaking Poseidon ever relentless’ (Od. 1.68): from skellō "to dry up", comes askeles "the very dry"; from there also skelos "limb". This is what Philoxenus says
Parallels
Orion, Etymologicum, alpha, p. 9 (Ἀσκελὲς τὸ σκιῤῥόν· παρὰ τὸ ἄγαν ἐσκληκέναι· ὅθεν καὶ σκέλος εἴρηται τὸ ἄγαν ἐσκληκός· καὶ Ἀσκληπιός, ὁ μὴ ἐῶν ἐσκληκέναι, ἤτοι ξηραίνεσθαι καὶ ἀποθανεῖν τῶν θεραπευομένων τὰ σώματα); ibid., sigma, p. 145 (Σκέλη. ἢ διὰ τὴν σχίσιν· διέσχισται γὰρ ἀπ’ ἀλλήλων, ἢ παρὰ τὸ κέλευθον, δι’ ἧς βαδίζομεν, πλεονάσαντος τοῦ σ. ἢ παρὰ τοῦ σ. ἢ παρὰ τὸ κατεσκληκέναι, καὶ σκληρότερον εἶναι τῶν ὕπερθεν. οὕτω Σωρανός); Meletius, De natura hominis, p. 129 (τὸ δὲ σκέλος παρὰ τὴν σχέσιν ἐκλήθη· διέσχισται γὰρ ἀπ’ ἀλλήλων· ἢ παρὰ τὴν κέλευθον, ὅ ἐστιν ὁδὸς, δι’ ἧς βαδίζομεν· ἢ παρὰ τὸ ἐσκληκέναι καὶ σκληρότερον εἶναι τῶν ὕπερθεν μορίων); Choeroboscus, Epimerismi in Psalmos, p. 185 (ὑποσκελίσαι. ἐκ τοῦ ὑποσκελίζω, τοῦτο παρὰ τὸ σκέλος, παρὰ τὸ σκέλω τὸ ξηραίνω· ἢ σκέλη εἴρηνται παρὰ τὸ σκληρότερα εἶναι τῶν λοιπῶν μερῶν τοῦ σώματος); Etym. Gudianum, upsilon, p. 545 (idem); Etym. Genuinum, alpha 1281 (Ἀσκελές α 68· τὸ σκληρόν, οἷον (l. c.)· ‘ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰέν’· παρὰ τὸ σκέλλω, τὸ ξηραίνω, γίνεται ἀσκελές, τὸ ἄγαν σκληρόν, ὅθεν καὶ σκέλος. ἢ παρὰ τὸ ἄγαν ἐσκληκέναι, ὅθεν καὶ Ἀσκληπιός, ὁ μὴ ἐῶν τὰ σκέλη ἐσκληκέναι καὶ ξηραίνεσθαι· ἀπὸ δὲ μέρους τὸ ὅλον σῶμα δηλοῖ); Joannes Mauropus, Etymologica nominum 276 (σκέλος σκληρὸν λεῖόν τε πᾶς οἶδεν βλέπων); Etym. Magnum, Kallierges, p. 154 (καὶ ἀσκελέως, τὸ σκληρῶς. Παρὰ τὸ σκέλω, τὸ ξηραίνω, γίνεται ἀσκελὲς, τὸ ἄγαν σκληρόν· ὅθεν καὶ σκέλος· ἢ παρὰ τὸ ἄγαν ἐσκληκέναι· ὅθεν καὶ Ἀσκληπιὸς, ὁ μὴ ἐῶν τὰ σκέλη ἐσκληκέναι καὶ ξηραίνεσθαι); ibid., p. 716 (Σκέλος: Ἢ παρὰ τὴν σχίσιν· διέσχισται γὰρ ἀπ’ ἀλλήλων· ἢ παρὰ τὴν κέλευθον, δι’ ἧς βαδίζομεν· ἢ παρὰ τὸ ἐσκληκέναι καὶ σκληρότερα εἶναι τῶν ὕπερθεν. Ἢ κέλευθος, πλεονασμῷ τοῦ σ, σκέλευθος, καὶ συγκοπῇ, σκέλος· δι’ αὐτῶν γὰρ τὴν ὁδὸν τελοῦμεν. Ἢ παρὰ τὸ σχίζω, σχέλος, καὶ σκέλος· ἀπεσχισμένα γάρ εἰσιν ἀπ’ ἀλλήλων. Ἐκ δὲ τοῦ σκέλος γίνεται σκελίζω); Eustathius, Comm. Od. 1, 21 Stallbaum (Ὅτι τὸ, ἀσκελὲς αἰὲν κεχόλωται, ἢ ἀντὶ τοῦ πάνυ σκληρὸν ἀπὸ τοῦ σκέλλω τὸ ξηραίνω ἐξ οὗ καὶ τὸ σκέλον καὶ ὁ κατεσκληκὼς, καὶ ὁ σκελετός. ἢ καὶ ἄλλως ἀσκελὲς, τὸ ἀμετάβατον καὶ ἀμετακίνητον, ἀπὸ στερήσεως τῶν σκελῶν. ἴσως δὲ, καὶ ἀντὶ τοῦ κατεσπευσμένον. καὶ πολυσπερχές. καὶ οἷον πολυσκελές. κατὰ τὸ, ἥξει καὶ πολύπους καὶ πολύχειρ. τῇ δὲ παραγωγῇ τοῦ σκέλλω σκέλος, ἀνάλογον καὶ τὸ ἔπω ἔπος. βλέπω βλέπος παρὰ τῷ κωμικῷ. ἔθω ἔθος. τρέφω τρέφος, καὶ ἐναλλαγῇ τοῦ τ, βρέφος); ibid., 1, 181 (Οὐκ ἄδηλον δὲ ὅτι τὸ ἀσκελὲς ὥς περ καὶ τὸ σκέλος, ἐκ τοῦ σκέλλω γίνεται. ἀφ’ οὗ τὸ σκελίζω παράγωγον); ibid., 1, 386 (ἀσκέλεες δὲ ἀντὶ τοῦ, σκληροὶ, ἄγαν κατεσκληκότες, ἀπὸ τοῦ σκάλλω, καθὰ καὶ προδεδήλωται. ἢ ἀπὸ τοῦ σκέλλω, ἐξ οὗ καὶ τὸ σκέλος καὶ ὁ σκελετός); Scholia in Ap. Rh., Arg., p. 128 (περὶ δ’ οἵγ’ ἔσαν <ἐσκληῶτες>: περισσῶς κατεσκληκότες ἦσαν. ὅθεν καὶ σκέλος τὸ ἄσαρκον μέρος τοῦ σώματος, καὶ σκληφρὸς ἄνθρωπος ἀπὸ τούτου)
The etymology is probably implicit in Aristotle, De partibus animalium 689b (διόπερ ἀνίσχια καὶ σκληρὰ τὰ σκέλη ἔχουσιν)
Comment
Derivational etymology found in two variants: σκέλος is derived either from σκέλλομαι "to dry up" or from σκληρός "dry", which is semantically equivalent. Philoxenus correctly derived σκληρός from σκέλλομαι (see σκληρός / σκέλλομαι). The legs and arms are assumed to be drier than the rest of the body because of the absence of internal organs