ἄγη
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
Ἀκήν, παρὰ τὴν ἄγην, τὴν ἔκπληξιν, ἥτις οἶδε ποιεῖν ἀφωνίαν· τροπῇ οὖν τοῦ γ εἰς κ, ὡς λυκόφως παρὰ τὸ λύγον τὸ σκοτεινόν. τινὲς δὲ παρὰ τὸ μὴ χαίνειν, τροπῇ τοῦ χ εἰς κ
Translation (En)
Akēn "silently" : from the "amazement" (agēn), the consternation which can cause speechlessness, with the change of [g] into [k], like lukophōs ("twilight") from lugon "darkness". Some think it comes from mē khainein ("not to utter"), with the change of [kh] into [k]
Parallels
Etym. Genuinum, alpha 317 (Ἀκήν (Γ 95)· ἐπ’ ἄκρας ἡσυχίας, οἷον (l. c.)· ἀκὴν ἐγένοντο σιωπῇ· παρὰ τὸ † ἄγην, ὃ σημαίνει τὴν ἔκπληξιν (ἡ γὰρ ἔκπληξις ἀφωνίαν οἶδεν ποιεῖν), γίνεται ἄγην, ὃ σημαίνει τὴν ἔκπληξιν, καὶ τροπῇ τοῦ γ εἰς τὸ κ. ἢ παρὰ τὸ μὴ χαίνειν γέγονεν ἀχήν καὶ ἀκήν); Epimerismi Homerici, alpha 184 (ἀκήν (Γ 95): ἐπίρρημα μεσότητος· ἀντὶ τοῦ ἡσύχως καὶ ἀφώνως. γίνεται παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν κατὰ μετάμειψιν τοῦ γ εἰς κ· ὡς ἔστι καὶ τὸ λυγαῖον, ὃ σημαίνει τὸ σκοτεινόν, λυγόφως καὶ λυκόφως, οὕτως καὶ ἄγη καὶ ἄκη καὶ κατὰ μεταβολὴν τοῦ τόνου γίνεται ἀκή καὶ ἀκήν, ἀντὶ τοῦ ἡσύχως· οἶδε γὰρ ἡ ἔκπληξις καὶ ἀφωνίαν ἐμποιεῖν. ἢ παρὰ τὸ μὴ χαίνειν. Τὸ κην η· τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα τὴν αὐτὴν ταῖς πτώσεσι φυλάττει γραφήν, οἷον τὴν ἀπριάτην ἀπριάτην ἀνάποινον (Α 99)· οὕτως καὶ τὴν ἀκήν καὶ ἀκήν τὸ ἐπίρρημα.) ; Etym. Gudianum, alpha, p. 64 (idem); Etym. Magnum Kallierges p. 47 (Ἀκήν: Ἐπίρρημα μεσότητος, ἀντὶ τοῦ ἡσύχως. Παρὰ τὸ μὴ χαίνειν γίνεται ἀχὴν, καὶ ἀκὴν, ἀχή τις οὖσα· οἷον, Ἀκὴν δ’ ἐγένοντο σιωπῇ. Ἢ παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, ἐκ τοῦ ἀγῶ τὸ ἐκπλήττομαι κατὰ μετάμειψιν τοῦ γάμμα εἰς κάππα. Ὡς ἔστι καὶ τὸ λυγαῖον, ὃ σημαίνει τὸ σκοτεινὸν, λυγόφως καὶ λυκόφως· οὕτως καὶ ἄγη καὶ ἄκη· καὶ κατὰ μεταβολὴν τοῦ τόνου γίνεται ἀκὴ, καὶ ἀκήν· οἶδεν γὰρ ἡ ἔκπληξις καὶ ἀφωνίαν ἐμποιεῖν. Ἢ ἀπὸ μεταφορᾶς τῆς ὀξύτητος τοῦ σιδήρου· τουτέστιν, ἐπ’ ἄκρας ἡσυχίας ἐγένοντο. Τὸ ΚΗΝ, ἦτα. Τὰ ἀπὸ διαφόρων πτώσεων εἰς ἐπιρρηματικὴν σύνταξιν μεταγόμενα τὴν αὐτὴν ταῖς πτώσεσι φυλάττει γραφήν· οἷον τὴν ἀπριάτην, Ἀπριάτην ἀνάποινον. Οὕτως καὶ τὴν ἀκὴν, ἀκὴν τὸ ἐπίρρημα.); Etym. Symeonis, vol. 1, pp.209-10 (ἀκήν (Γ 95 ...)· ἐπ’ ἄκρας ἡσυχίας, οἷον (l. c.)· <ὡς ἔφαθ’, οἳ δ’ ἄρα πάντες> ἀκὴν ἐγένοντο σιωπῇ· παρὰ τὴν ἄγην, ἣ σημαίνει ποιεῖν, γίνεται ἀκήν κατὰ τροπὴν τοῦ γ εἰς κ. ἢ παρὰ τὸ μὴ χαίνειν γέγονεν ἀχήν καὶ ἀκήν, ἀχή τις οὖσα.); A Scholion Il. Erbse 9, 29a (ἀκή<ν>: ἄγη τίς ἐστιν· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ „βῆ δ’ἀκέων“ (Α 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχή τίς ἐστι παρὰ τὴν †ἀχανίαν, A bT „οὔτ’ ἄν τι χανεῖν δέον“ (fr. com. ?), ὅθεν καὶ „προχάνα“ (Call. h. 6, 73). T)