φώρ
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
φωριαμοῖς· κιβωτοῖς. ὁ μὲν Ἀπίων ἐτυμολογῶν ἀπὸ τοῦ εἶναι ἐν αὐτοῖς τὰ φορήματα. ἔνιοι δὲ τὰς πρὸς τὴν ἀπὸ τῶν φωρῶν, τουτέστι κλεπτῶν, φυλακὴν κατεσκευασμένας
Parallels
Herodian, De Prosodia catholica, Lentz III/1, p. 170 (τὸ φωριαμός τὸ κιβώτιον, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν παρῆκται, ἔσται κατ’ ὀξεῖαν τάσιν. ἔστι γὰρ φωραμός καὶ πλεονασμῷ τοῦ ι φωριαμός); A Schol. Il. 24.228 (idem); Herodian, Peri Attikês prosodias, Lentz III/2, p. 20 (φωριαμός ἡ κιβωτός· ἢ παρὰ τοὺς φῶρας, ἐπεὶ πρὸς φυλακὴν τούτων κατεσκεύασται, ἢ παρὰ τὸ τὰ φάρη ἔχειν. εἰ μὲν οὖν παρὰ τοὺς φῶρας, οὐδὲν πέπονθεν· εἰ δὲ παρὰ τὰ φάρη τὰ ἐντιθέμενα αὐτῇ, πέπονθε μεταβληθέντος τοῦ α εἰς ω ὡς θᾶκος θῶκος); idem, Peri Pathôn, Lentz III/2, p. 351 (φωριαμός παρὰ τὸ φώρ, ὃ σημαίνει τὸν κλέπτην, ἐπεὶ πρὸς φυλακὴν τούτων κατεσκεύασται· ἢ παρὰ τὸ φάρη φυλάσσειν, ὃ καὶ βέλτιον, ἀντιθέσει τοῦ α εἰς ω ὡς ἐν τῷ θᾶκος θῶκος, κράζω κρώζω καὶ παρὰ τὴν ἀκὴν τὸ ἀκόλουθον ἀκύς καὶ ἀντιθέσει ὠκύς καὶ τέκμαρ τέκμωρ. εἴτε οὖν παρὰ τοὺς φῶρας εἴτε παρὰ τὸ φᾶρος τὸ ἀκόλουθον φωραμός καὶ κατὰ πλεονασμὸν τοῦ ι φωριαμός); idem, Peri paronumon, Lentz III/2, p. 854 (τὸ φωριαμός τὸ κιβώτιον ἢ παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὸ φάρη φυλάσσειν παρῆκται. ἔστι φωραμός καὶ πλεονασμῷ τοῦ ι φωριαμός); T Schol. Il. 24.228 (φωριαμός· ἔχει γάρ, ἃ φοροῦμεν. οἱ δὲ παρὰ τὰ φάρη ἢ τοὺς φῶρας); Eustathius, Comm. Il. 4, 893 Van der Valk (Φωριαμὸς δὲ ἢ παρὰ τὸ αὐτόθι τὰ φάρη ἀμᾶσθαι, ὅ ἐστι συνάγεσθαι, ἢ διὰ τὸ τοὺς φῶρας ἀπείργειν); Etym. Magnum, Kallierges, p. 804 (Φωριαμός: Ἡ κιβωτός· παρὰ τὰ φάρη, ἡ τῶν φάρων δεκτική· ἔστι δὲ ὄνομα ἀρσενικόν. Ἢ παρὰ τοὺς φῶρας· ἐπεὶ πρὸς φυλακὴν τούτων κατεσκεύασται. Ἢ παρὰ τὸ τὰ φορούμενα ἔχειν. Εἰ μὲν οὖν παρὰ τοὺς φῶρας, οὐδὲν πέπονθεν· εἰ δὲ παρὰ τὰ φάρη τὰ ἐντιθέμενα αὐτῇ, πέπονθε, μεταβληθέντος τοῦ α εἰς ω, ὡς θάκος, θῶκος); Ps.-Zonaras, Lexicon, phi, p. 1834 (Φωριαμός. τὸ κιβώτιον. παρὰ τὸ φάρη. ἡ τῶν φαρῶν δεκτική. ὁ δὲ Ἡρωδιανὸς παρὰ τοὺς φῶρας· ἐπειδὴ πρὸς φυλακὴν τούτων παρεσκεύασται. φαραμὸς καὶ τροπῇ τοῦ α εἰς ω φωραμὸς, ὡς θάκος θῶκος καὶ κράζω κρώζω, καὶ πλεονασμῷ τοῦ ι φωριαμός); Schol. Vet. Od. 15.95 (φωριαμοῖσι] τοῖς κιβωτίοις διὰ τὸ αὐτόθι τὰ φάρη ἀμᾶσθαι ἢ διὰ τὸ τοὺς φῶρας ἀπείργειν)
Comment
Paronymic etymology (the presence of a ω is the main problem raised by other authors) referring to the function of the referent, which is to protect one's belongings from thieves. The end of the word is left unaccounted for. This etymology is less frequently found in our sources than the competing etymology by φᾶρος "cloak".