κίω
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
Κτίλος. κίλος· παρὰ τὸ κίειν, ὃ ἐστὶ πορεύεσθαι.
Translation (En)
Kilos "tame", *kilos, from kiein "to move", that is, to go
Parallels
D Schol. Il. 3.196 (Κτίλος ὥς. Ὡς πρᾶος καὶ χειροήθης κριὸς, ἀφηγούμενος τῆς ποίμνης. Εἴρηται δὲ κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα· οἱονεὶ ἀκτίλος τὶς ὤν. παρὰ τὸ ἄγω. ἢ παρὰ τὸ κίω, τὸ πορεύομαι); Epimerismi homerici Il. 1.35c2 ( κιών: ἐκ τοῦ κίω, ἔκιον καὶ κιών, ἡ μετοχὴ ἀορίστου δευτέρου. τὸ δὲ κίω σημαίνει δύο· (1) κίω, τὸ πορεύομαι, ἐξ οὗ τὸ κιχῶ, κιχάνω, κίχημι καὶ κτῖλος, ὁ κριὸς ὁ προηγμένος (Γ 196, Ν 492)· (2) κείω, τὸ κοιμῶμαι, ἐξ οὗ τὸ κακκείοντες (Α 606 al.) G Oa); Epimerismi homerici ordine alphabetico traditi, kappa 47 (κτῖλος (Γ 196): ὁ κριός, οὐχ ἁπλῶς δέ, ἀλλ’ ὁ προεξάρχων τῆς ποίμνης. γίνεται δὲ παρὰ τὸ κίω, τὸ πορεύομαι, κῖλος καὶ κτῖλος. ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν τῶν λοιπῶν, ἤγουν προπορεύεσθαι. ἢ παρὰ τὸ ἄγω, ὁ μέλλων ἄξω, τὸ ῥηματικὸν ὄνομα ἄκτιλος καὶ ἀποβολῇ τοῦ α κτῖλος. τὸ κτι ι); T Schol. Il. 3.196 (κτίλος οἱονεὶ κίλος τις ὢν παρὰ τὸ κίειν); Geneva Schol. Il. 3.196 (κτίλος] οἱονεὶ κίλος. παρὰ τὸ κίειν ἤτοι κινεῖν, ἢ ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα, οἱονεὶ ἄκτιλός τις ὤν); ibid. 3.196 (κτίλος] ὁ προηγούμενος καὶ προεξάρχων τῆς ποίμνης κρίος. παρὰ τὸ κίω τὸ πορεύομαι, κίλος καὶ κτίλος. ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν <πρὸ> τῶν λοιπῶν, ἤγουν προπορεύεσθαι. οἱ δὲ νεώτεροι τάσσουσι τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου καὶ ἡμέρου ζῴου); Etym. Gudianum, kappa, p. 324 (Κίων, ἐκ τοῦ κίω ἔκιον, καὶ κιὼν μετοχὴ ἀορίστου β. τὸ δὲ κίω σημαίνει τρία. κίω τὸ πορεύομαι, ἐξ οὗ καὶ τὸ κιχῶ, κιχάνω, κίχημι καὶ κτίλος ὁ κρίος ὁ προηγούμενος); ibid., p. 350 (Κτίλος, ὁ προηγούμενος τῶν προβάτων κριὸς, οἱονεὶ κῖλός τις ὢν, πλεονασμῷ τοῦ τ κτῖλος, παρὰ τὸ κίειν ὅ ἐστι πορεύεσθαι· οἱ δὲ νεώτεροι τάσσουσιν τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου καὶ γεγονότος ἡμερίου ζώου· ἢ ἀπὸ τοῦ ἵκω ἰκτὸς, ὡς τάσσω τακτὸς, πλέκω πλεκτός· καὶ ὥσπερ παρὰ τὸ πένθος γίνεται πένθιλος, ναυτίλος, οὕτως οὖν καὶ ἰκτὸς ἰκτίλος· καὶ ἀφαιρέσει τοῦ ι, κτῖλος· τὸ μὲν πρῶτον Ὠρίων, τοῦτο δὲ Ἡρωδιανὸς περὶ παθῶν); ibid., p.350 (Κτίλος, ὁ πρᾶος καὶ χειροήθης κριὸς καὶ ἀφηγούμενος τῆς ποίμνης· εἴρηται κτίλος ἀπὸ τοῦ ἄγειν τὰ λοιπὰ θρέμματα, οἱονεὶ ἄκτιλός τις ὤν· ἢ κῖλος τις ὢν, παρὰ τὸ κίειν τῶν λοιπῶν ἤγουν προπορεύεσθαι· τὸ κτι ἰῶτα διάτι; τὰ διὰ τοῦ ιλος ἀρσενικὰ βαρύτονα μὴ ἀπὸ ὀνομάτων ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται· σεσημείωται τὸ Νεῖλος, τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται, ἐκ τῆς ἐτυμολογίας παρὰ τὸ νέαν ἰλὺν ἔχειν, καὶ διὰ τὸ ἔχειν νέαν ἰλὺν, ἐπειδὴ ἐναντίως φέρεται ὡς πρὸς τοὺς λοιποὺς ποταμούς· οἱ μὲν γὰρ λοιποὶ τῷ χείμωνι πλημμυροῦσι, τῷ δὲ θέρει ἀνεκτότερον πρόεισι τὸν ῥοῦν· οὗτος δὲ τ’ ουναντίον τῷ μὲν χειμῶνι ἀνεκτότερον ῥεῖ, τῷ δὲ θέρει πλημμυρεῖ καὶ ἐξερχόμενον ποτίζει πᾶσαν τὴν γῆν ἐκείνην. καὶ εἰς τὸ ἐκτῖλαι); Eustathius, Comm. Il., vol. 1, p. 635 (Ἔστι δὲ κτίλος μὲν ὁ χειροήθης καὶ ἥμερος ἐκ τοῦ κίω, τὸ πορεύομαι, ὁ τῶν ἄλλων προπορευόμενος, ἐξ οὗ καὶ ἐκτιλωμένος παρὰ Παυσανίᾳ, ὁ συνήθης τινί, καὶ κτιλῶσαι ῥῆμα παρὰ Ἡροδότῳ); Etym. Magnum, Kallierges, p. 542 (Κτίλος: Ὁ προηγούμενος τῶν προβάτων καὶ προεξάρχων τῆς ποίμνης κριός. Παρὰ τὸ κίω, τὸ πορεύομαι, κίλος καὶ κτίλος. Ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν τῶν λοιπῶν, ἤγουν προπορεύεσθαι. Ἢ παρὰ τὸ ἄγω· ὁ μέλλων, ἄξω· ῥηματικὸν ὄνομα, ἀκτίλος· καὶ ἀποβολῇ τοῦ α, κτίλος. Ἢ ἀπὸ τοῦ ἵκω, ἱκτὸς, ὡς τάσσω, τακτός· καὶ πλέκω, πλεκτός· καὶ ὥσπερ παρὰ τὸ πένθος γίνεται πενθίλος, οὕτως καὶ παρὰ τὸ ἱκτὸς ἱκτίλος· καὶ μετὰ τῆς ἐπάρσεως τοῦ ι, κτίλος. Οἱ δὲ νεώτεροι τάσσουσι τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου καὶ γεγονότος ἡμέρου ζῴου); Ps.-Zonaras, Lexicon, kappa, p. 1260 (Κτίλος. ὁ προηγούμενος τῶν προβάτων κριός. οἱονεὶ κίλος τὶς ὢν, πλεονασμῷ τοῦ τ κτίλος. παρὰ τὸ κίειν, ὅ ἐστι πορεύεσθαι. οἱ δὲ νεώτεροι τάσσουσι τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου γεγονότος ἡμέρου ζώου. ἢ ἀπὸ τοῦ ἵκω, ἱκτός. ὡς τάσσω τακτὸς, καὶ πλέκω πλεκτός. ὥσπερ ἀπὸ τοῦ πένθους γίνεται πενθίλος, καὶ ἀπὸ τοῦ ναῦς ναυτίλος, οὕτως οὖν καὶ ἱκτὸς ἱκτίλος, καὶ μετὰ τῆς ἐπάρσεως τοῦ ι κτίλος. τὸ μὲν πρῶτον Ὦρος ὁ Μιλήσιος, τοῦτο δὲ Ἡρωδιανός)
Comment
This derivational etymology is semantically similar to κτίλος / ἵκω, and simpler from the formal point of view since both the etymon and the lemma have the same initial /k/. The detail of the derivation is not provides. Ps-Zonaras says that this etymology goes back to Aros, with whom Orion was often confused