ἐτός
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Reference
Edition
Source
Ref.
Ed.
Quotation
ἐτεόν· τὸ ἀληθές. ἀπὸ τοῦ εἰμί, ὁ μέλλων ἔσω καὶ ἔσομαι· καὶ ὡς θήσω θετός, οὕτως ἔσω ἐτὸς καὶ πλεονασμῷ τοῦ ε ἐτεός· τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγός
Translation (En)
Eteon: "true". From eimi "to be", the future is esō, and esomai. And as from thēsō "I will place" thetos "placed", so from esō etos "being", "true", and with addition of /e/, eteos. For what is true is real and stable
Parallels
Etym. Gudianum Additamenta, epsilon, p. 546 (idem); Philoxenus, fr. 491b (ap. Etym. Gudianum, p. 550) (ἐτός, ὁ ἀληθής, ὅθεν ἐτεὸς <καὶ> ἐτώσιος κατὰ ἀντίφρασιν, ὁ μάταιος); Herodian, Peri Iliakēs prosôdias, Lentz III/2, p. 108 = A Schol. Il. 18.410 = Philoxenus fr. 578 (<Φιλόξενος> φησὶ γὰρ αὐτὸ σύνθετον εἶναι παρὰ τὸ ἐτός, ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός); Herodian, De prosodia catholica, Lentz III/1, p. 114 (τὸ δὲ ἐτεός ὀξύνεται. ἀπὸ γὰρ τοῦ ἐτός ὀξυτόνου, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ἐν πλεονασμῷ τοῦ ι γέγονεν ἐτεός ὀξείᾳ τάσει); ibid., p. 220 (ὥς φησι Φιλόξενος, παρὰ τὸ ἐτός ὡς θετός, ὃ σημαίνει τὴν ὕπαρξιν, ἐξ οὗ τὸ ἀληθές, ὃ καὶ γίνεται ἐτεός); Herodian, Peri pathôn, Lentz III/2, p. 228 (= Etym. Magnum p. 385) (ἐτεός ὁ ἀληθὴς ἐκ τοῦ ἐτός κατὰ πλεονασμὸν τοῦ ε. ἐκ τοῦ εἰμί τὸ ὑπάρχω ἐτός. τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγὸς καὶ ὂν ὥσπερ τὸ ψεῦδος οὐκ ὑπάρχον); Theognostus, Canones sive De orthographia 273 (τὸ ἐτὸς ὀξύτονον ποιῆσαν τὸ ἐτεὸς ὀξύτονον, τὸν τόνον ἀμείψαν τὴν γραφὴν ἐφύλαξεν τοῖς πρὸ αὐτοῦ· γέγονεν δὲ ἀπὸ τοῦ εἰμὶ δηλοῦντος τὸ ὑπάρχω· ἔτος· ἀφ’ οὗ παράγωγον τὸ ἔτυμος διὰ τοῦ υ ψιλοῦ, δηλοῖ δὲ τὸν ἀληθῆ· ὁ γὰρ ἀληθὴς ἀεὶ τὰ ὄντα καὶ ὑφεστῶτα πρεσβεύει, ὥσπερ ἐκ τοῦ ἐναντίου ὁ ψευδόμενος τὰ μὴ ὑπάρχοντα καὶ μὴ ὑφεστῶτα· ἀπὸ γοῦν τοῦ ἐτὸς ὀξυτόνου, ἐν πλεονασμῷ τοῦ ε γέγονεν ἐτεὸς, ὡς ἀπὸ τοῦ κενὸς κενεὸς ὀξείᾳ τάσει); Epimerismi homerici ordine alphabetico traditi, alpha 29 (ἔστιν ἐτός, ὁ ἀληθής, καὶ πλεονασμῷ τοῦ ε ἐτεός· τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ε<ἰ>μί· καὶ ἐξ αὐτοῦ γίνεται ἐτός, ὁ ἀληθής· ὃ γὰρ ἀληθὲς ὑπάρχει, τὸ δὲ ψεῦδος οὐχ ὑπάρχει); Etym. Genuinum AB, s.v. ἐτεός (ἐτεὸς καὶ ἐτός· ὁ ἀληθής. ἐκ τοῦ εἰμὶ ἔσω ἐτός, ὁ ὑπάρχων, ὡς θήσω θετὸς καὶ δώσω δοτός· τὸ γὰρ ὑπάρχον ἀληθὲς καὶ ὄν ἐστι. καὶ ἀπὸ τοῦ ἐτὸς ἐτεός, ὡς δοτὸς δοτέος καὶ θετὸς θετέος); Etym. Gudianum, alpha, p. 237 (ἔστι<ν> ἐτός, <καὶ σημαίνει τὸν ἀληθῆ, ἐξ οὗ καὶ πλεονασμῷ τοῦ ε ἐτεός. τοῦτο παρὰ τὸ ἔω, τὸ ὑπάρχω, εἰμί· ἐξ αὐτοῦ γίνεται ἐτός,> ὁ ἀληθής· τὸ γὰρ ἀληθὲς ὑπάρχει, τὸ <δὲ> ψεῦδος οὐχ ὑπάρχει); ibid., p. 548–549 (Ἐπιμερισμῶν τοῦ Ψαλτηρίου Ἔτος <Β 328>· παρὰ τὸ ἔω, τὸ ὑπάρχω, γίνεται ἔος καὶ ἔτος. διαφέρει δὲ ἔτος καὶ ἐτός, καὶ βαρυτόνως μὲν σημαίνει τὸν χρόνον, ὀξυτόνως δὲ τὸν ἀληθῆ, ἐξ οὗ καὶ ἐτεός κατὰ πλεονασμὸν τοῦ ε); T Schol. Il. 13.375 ( <ἐτεόν:> ἐτός, ἐτεός); Etym. Magnum, Kallierges, p. 385 (Ἐτεός: Ὁ ἀληθής· ἐκ τοῦ ἐτός κατὰ πλεονασμὸν τοῦ ε. Ἐκ τοῦ εἰμὶ, τὸ ὑπάρχω, ὁ παθητικὸς ἐνεστὼς ἔμαι· τὸ τρίτον, ἔται· καὶ ἐξ αὐτοῦ, ἐτός. Τὸ γὰρ ἀληθὲς ὑπάρχον ἐστὶ καὶ πεπηγὸς καὶ ὄν· ὥσπερ τὸ ψεῦδος, οὐχ ὑπάρχον); ibid., p. 387 (καὶ παρὰ τὸ ἐτὸς, ἐτεὸς, ὡς θετὸς, θετεός· καὶ δοτὸς, δοτεός); Etym. Symeonis, epsilon 876 (Ἐτός καὶ ἐτεός· ἐκ τοῦ εἰμὶ εἴσω· ἐτός ὁ ὑπάρχων, ὡς θήσω θετός, καὶ δώσω δοτός. Τὸ γὰρ ὑπάρχον ἀληθές· τὸ οὐδέτερον ἐτεόν καὶ ἐτεά καὶ ἀπὸ τοῦ ἐτός ἐτεός, ὡς δοτός δοτεός); Ps.-Zonaras, Lexicon, epsilon, p. 889 (Ἐτεὸς καὶ ἐτὸς ὁ ἀληθής. [ἐκ τοῦ εἰμὶ ἔσω, ἐτὸς ὑπάρχων. ὡς θήσω, θετὸς, καὶ δώσω, δοτὸς, δοτέος, καὶ θετὸς θετέος); Commentaria in Dionysii Thracis Artem grammaticam, Scholia Vaticana, p. 282 (ἰδοὺ γοῦν ἐτός ἐτεός πλεονασμός, καὶ ἡ σημασία γὰρ ἔμεινε καὶ ὁ τόνος)
Comment
Derivational etymology, deriving the longer adjective from a shorter synonymous adjective through a formal change, the insertion of a vowel. Semantically, the etymology is straightforward since etymon and lemma have the same meaning. Further, ἐτός is said to be the verbal adjective of "to be"