ἔλδομαι
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
ἐέλδωρ: ἔστιν ἔλδω, τὸ ἐπιθυμῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ἕλκω κατὰ μετάθεσιν τοῦ κ εἰς δ· εἰς ὃ γάρ τις ἐπιθυμεῖ, ἐκεῖ ἕλκεται. ἐκ τούτου γίνεται ἔλδωρ καὶ πλεονασμῷ τοῦ ε ἐέλδωρ. Ps Os Et.Gud. | ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἕλωρ καὶ πλεονασμῷ τοῦ ε καὶ δ. Ps Et.Gud.
Translation (En)
Eeldōr "wish": there is eldō "to wish", which comes from helkō "to draw" by change of /k/ to /d/. For what one longs for, there they are drawn. From it comes eldōr and with addition of the /e/, eeldōr | Or from helō "to drag" helōr "prey" and by addition of the /e/ and /d/, <eeldōr>
Parallels
Ibid., 41e2 (ἐέλδωρ: ἔλδω, τὸ ἐπιθυμῶ, πλεονασμῷ τοῦ ε, ἐέλδωρ. ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἕλωρ καὶ ἔλδω καὶ ἔλδωρ); Etym. Gudianum, epsilon, p. 402 (Ὁμήρου Ἐέλδωρ <Α 41>· ... ἔλδω, τὸ ἐπιθυμῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ἕλκω κατὰ μετάθεσιν τοῦ κ εἰς δ· εἰς ὃ γάρ τις ἐπιθυμεῖ, ἐκεῖ ἕλκεται. ἐκ τοῦ ἔλδω ἐέλδωρ πλεονασμῷ τοῦ ε. ἢ παρὰ τὸ ἕλω, τὸ ἑλκύω, ἕλωρ καὶ ἔλδωρ καὶ πλεονασμῷ τοῦ ε ἐέλδωρ, παρὰ τὸ πρὸς ἑαυτὸν ἕλκειν τὸ ἐπιθυμούμενον); Eustathius, Comm. Il., vol. 1, p. 59-60 (ἐέλδωρ δὲ τὸ ἐπιθύμημά ἐστιν, ἀπὸ τοῦ ἔλδω γινόμενον ῥήματος πλεονασμῷ καὶ ἑτέρου ε. φησὶ γοῦν που Ὅμηρος «ἧς ἔλδεαι ἤματα πάντα». εἰ δὲ καὶ τρισυλλάβως ἐέλδω εὕρηται, εἴη ἂν καὶ ἐκεῖθεν τὸ ἐέλδωρ); ibid., vol. 2, p. 127 (Τὸ δὲ ἔλδω, ἐξ οὗ τὸ ἔλδεται, φορτίζεταί ποτε καὶ ἕτερον ε, καὶ ποιεῖ τὸ ἐέλδωρ); Etym. Magnum, Kallierges, p. 317 (Ἐέλδωρ: Τὸ ἐπιθύμημα. Ἔστιν ἕλδω, τὸ ἐπιθυμῶ· ὅπερ γέγονεν ἀπὸ τοῦ ἕλκω, κατὰ μετάθεσιν τοῦ κ εἰς δ· εἰς ὃ γάρ τις ἐπιθυμεῖ, ἐκεῖ ἕλκεται. Ἐκ τοῦ ἕλδω ἕλδωρ· καὶ πλεονασμῷ τοῦ ε, ἐέλδωρ. Ἢ παρὰ τὸ ἑλῶ, τὸ ἑλκύω, ἕλωρ, καὶ ἐέλδωρ, πλεονασμῷ. Τὸ δὲ ἐέλδω, παρὰ τὸ ἐέδω. Καὶ ἐελδόμενος· καὶ, ‘ἐέλδετο γάρ σε ἰδέσθαι’. Ἀντὶ τοῦ ἐπεθύμει· παρὰ τὸ θέλω, τοῦ θ τραπέντος εἰς δ, κατὰ Μακεδόνας, καὶ ὑπερθέσεως γενομένης· οἷον, θέλω, δέλω, ἔλδω καὶ ἔλδομαι· καὶ ἐκ τοῦ ἐθέλω, ἐδέλω, καὶ ὑπερθέσει, ἐέλδω); Etym. Symeonis, epsilon 93 (Ἐέλδωρ· τὸ ἐπιθύμημα· ἔστιν ἔλδω ὅπερ γέγονε ἀπὸ τοῦ ἕλκω καὶ κατὰ μετάθεσιν τοῦ κ εἰς δ· πλεονασμῷ τοῦ ε ἐέλδω καὶ ἐελδόμενος, ὁ ἐπιθυμῶν. Καὶ ὡς ἀπὸ τοῦ ἕλκω ἕλωρ, τὸ τῶν κυνῶν σπάραγμα, οὕτως ἀπὸ τοῦ ἐέλδω ἐέλδωρ, ἀπὸ δὲ τοῦ ἐέλδω δὲ ἐλδόμενος ὁ ἐπιθυμῶν)
Comment
Correct derivational etymology