κορέω
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
(s.v. κείρειν) κόρη […] ἀπὸ τοῦ κορεῖν. ὅ ἐστι καλλωπίζειν, τὸν ὀφθαλμόν. καὶ κόρη ἡ παρθένος, ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν
Translation (En)
Korē "pupil of the eye", from the fact it makes the eye clean (koreîn), that is, it adorns it. And korē "young girl", the one who has her youth pure (katharan) and intact
Parallels
Hesychius, Lexicon, σ 484 (τὸ δὲ κορεῖν ἀπὸ τοῦ καλλύνειν τὸ ἔδαφος· κόρη γὰρ καὶ κόρος εἰσὶ τὸ καθαρὸν καὶ καλόν, ἀφ’ οὗ καὶ τὰ ἐν τοῖς ὀφθαλμοῖς διαυγῆ κόραι λέγονται); Choeroboscus, Epimerismi in Psalmos, p.125 (Κόρη, παρὰ τὸ χέω, χόρη· σημαίνει τὴν νεᾶνιν. Γίνεται παρὰ τὸ κορῶ, τὸ ἐπιμελοῦμαι, ἐξ οὗ καὶ νεωκόρος, ὁ τῶν ναῶν ἐπιμελούμενος [the etymology by χέω may be designed for the meaning "pupil", see κόρη / χέω + ὁράω]); Suda, kappa 2078 (Κόρη: ἡ παρθένος. παρὰ τὸ κορῶ, τὸ καθαίρω); Etym. Gudianum, kappa, p. 338 (Κόρη, ἐπὶ τοῦ ὀφθαλμοῦ οἱονεὶ χορή τις οὖσα, ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ ὁρατικὸν πνεῦμα. κόρη δὲ ἡ πάρθενος ἡ ὑγροφυὴς καὶ τρυφερὰ ἀπὸ τοῦ κορεῖν τὸ καλλωπίζειν, ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται· ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν· κορεῖν γὰρ τὸ καθαίρειν· ἔνθεν καὶ νεοκόρος· ἢ παρὰ τὸ κείρω, ἡ κειρομένη ἔτι νεάζουσα); ibid., kappa, p. 339 (Κόρη, παρὰ τὸ κόρον ἐμποιεῖν τῆ ἰδέᾳ· σημαίνει τὴν παρθένον, παρὰ τὸ κορῶ τὸ ἐπιμελοῦμαι· ἐξ οὗ καὶ νεωκόρος· ὁ τοῦ λαοῦ ἐπιμελούμενος. Σελευκός); ibid., kappa, p. 340 (Κόρος καὶ κόρη, ἀπὸ τῆς θεραπείας, τὸ γὰρ κορεῖν τοιοῦτον· οἷον, δῶμα κορύσατε, τουτ’ἔστι καλύμματα· καὶ μυλωκόρον τὸ καθάριτον τὸν μύλωνα· οἱ δὲ οἰόμενοι τὸ σαρῶσαι σημαίνεσθαι διὰ τὸ κορίσαι ἀγνοοῦσι· νεωκόρος γέ τοι οὐκ ἔστιν ὁ σαρῶν τὸν νέω· ἀλλ’ ὁ ἐπιμελούμενος αὐτοῦ· αἵτε ἡλικίαι τῶν νέων πολλῆς ἐπιμελείας χρήζουσι· καὶ ἡ ἐν τοῖς ὀφθαλμοῖς κόρα, ἧς καὶ αὐτὴ ἡ φύσις πεφρόντικε, σάρκινά τε ἑαυτῇ περιθεῖσα βλέφαρα, καὶ ταῦτα ὀχυρώσασα θριξὶ, ταῖς λεγομέναις βλεφάρισι); Etym. Magnum, Kallierges, p. 529 (Κόρη: Ἡ παρθένος καὶ ὑγροφυὴς καὶ τρυφερά. ἀπὸ τοῦ κορεῖν, τὸ καλλωπίζειν· ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται. Ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν· κορεῖν γὰρ τὸ καθαίρειν· ἔνθεν καὶ νεωκόρος· ἢ παρὰ τὸ κόρον ἐμποιεῖν τῇ ἰδέᾳ. Ἢ παρὰ τὸ κείρω, ἡ κειρομένη ἔτι νεάζουσα. Κόρη δὲ ἐπὶ τοῦ ὀφθαλμοῦ, οἱονεὶ χόρη τὶς οὖσα, ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ ὁρατικὸν πνεῦμα); Ps.-Zonaras, Lexicon, kappa, p. 1237 (Κόρη. ἐπὶ τοῦ ὀφθαλμοῦ. οἱονεὶ χόρη τὶς οὖσα, ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ διορατικὸν πνεῦμα. κόρη δὲ, ἡ παρθένος, ἀπὸ τοῦ κορεῖν, τὸ καλλωπίζειν, ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται); Scholia in Theocritum (vetera) 1.47 (κῶρος: ἀπὸ τοῦ <κόρη> κόρη ἡ τοῦ ὀφθαλμοῦ οἱονεὶ χόρη τις οὖσα ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ διορατικὸν πνεῦμα. κόρη δὲ ἡ παρθένος ἡ ὑγροφυὴς καὶ τρυφερὰ ἀπὸ τοῦ κορεῖν τὸ καλλωπίζειν, ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται. ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν· κορεῖν γὰρ τὸ καθαίρειν, ἀφ’ οὗ καὶ νεωκόρος. ἢ παρὰ τὸ κείρω ἡ κειρομένη ἔτι καὶ νηπιάζουσα. ἀφ’ ἧς καὶ τὸ κόρος καὶ κοῦρος, ὁ ἁπαλὸς καὶ τρυφερὸς παῖς); Eustathius, Exegesis in canonem iambicum pentecostalem 1.227 (Κόρη δὲ καθόλου πᾶσα παρθένος ἢ παρὰ τὸ κορῶ τὸ καλλωπίζω (ἐπιρρεπὴς γὰρ φύσει ἐς ἐπιμέλειαν καλλωπισμοῦ ἡ τοιαύτη κόρη, ὡς δηλοῖ καὶ ὁ ψέγων ἄνδρα χρυσοφόρον ἐν τῷ ἦλθεν εἰς πόλεμον χρυσὸν ἔχων ἠΰτε κούρη), ἢ ὡς καθαρὰ παρὰ τὸ κορῶ τὸ καθαίρω ἐξ οὗ καὶ νεωκόρος ὁ τὸν ναὸν καθαίρων· ὁ δ’ αὐτὸς καὶ σηκοκόρος διὰ τὸν αὐτὸν λόγον.Καὶ ἄλλως δὲ κόρη ἡ τοιαύτη κατὰ ἀναφορὰν τὴν πρὸς κόρην ὀφθαλμοῦ τὴν φιλτάτην ἡμῖν· φίλη γὰρ καὶ πᾶσα παρθένος κόρη τοῖς τε γεννησαμένοις καὶ τοῖς περὶ ἔρωτας καὶ φυλακῆς δὲ ἀξιοῦται καθὰ καὶ παρ’ ἡμῖν ἡ κόρη, θαλαμευομένη ἐκείνη ὥσπερ καὶ αὕτη ἐντὸς τῶν βλεφάρων, ἅπερ συχνὰ κλειόμενα καὶ ἀνοιγόμενα κυρίως τῇ ἀναβάσει καὶ καταβάσει τὰς κόρας συντηροῦσιν ἀνεπιβουλεύτους τοῖς ἔξωθεν φοβεροῖς ἢ πληκτικοῖς ἢ ἄλλως λυμαινομένοις ἐν τῷ παρεισδύεσθαι, καθὰ συντηρεῖ καὶ τὰς κόρας παρθένους ἡ θαλάμευσις ἔσω θυρῶν ἐγκλειουσῶν αὐτὰς εἰς δυσόρατον. διὸ θαυμασίως τὸν τῆς ἁγιωτάτης Κόρης μνηστῆρα τὸν ἅγιον Ἰωσὴφ ἔμελψέ τις γοργῶς ἅμα καὶ γλυκέως φυλάξαι τὴν Παρθένον ὡς κόρην ὀφθαλμοῦ)
Comment
Derivational etymology aiming at a unified etymology for both meanings of κόρη. The etymon is κορέω "to clean, to purify", from which is drawn the meaning "to make clean", that is, beautiful, for the pupil of the eye (active meaning of the verb). The young girl is etymologized after the fact that she is pure (passive meaning of the verb)