νοέω

Validation

No

Last modification

Thu, 08/03/2023 - 12:05

Word-form

γιγνώσκω

Transliteration (Word)

gignōskō

English translation (word)

to known, to learn

Transliteration (Etymon)

noeō

English translation (etymon)

to think

Author

Heraclides

Century

1-2 AD

Reference

fr. 28

Edition

L. Cohn, De Heraclide Milesio grammatico, Berlin: Calvary, 1884

Source

Eustathius of Thessalonica

Ref.

Comm. Il. , vol. 3, p. 862

Ed.

M. Van der Valk, Eustathii archiepiscopi Thessalonicensis Commentarii in Homeri Iliadem pertinentes, Leiden, Brill, 1971-1987

Quotation

Ὡς γάρ φησιν Ἡρακλείδης, καθὰ τελῶ τελίσκω ἰακῶς καὶ θορῶ θορίσκω καὶ μολῶ μολίσκω, ἐξ ὧν τὸ θρώσκω, ἔτι δὲ καὶ τὸ βλώσκω, οὕτω καὶ ἐκ τοῦ νοῶ γίνεται νόσκω, καὶ κατὰ συναίρεσιν νώσκω καὶ προσθέσει τοῦ γ Αἰολικῶς γνώσκω. ἐπεὶ καὶ τὸ νοῶ γνοῶ φασιν οἱ Αἰολεῖς. ἔνθεν ἡ στέρησις ἀγνοῶ. ἐκ δὲ τοῦ γνώσκω πάντως κατὰ ἀναδιπλασιασμὸν τὸ γιγνώσκω

Translation (En)

As Heraclides says, as from telô "to end" comes teliskō in Ionic, from thorô "to rush" thoriskō and from molô "to walk" moliskō, and also blōskō, so from noô "to think" comes *noskō, and by contraction *nōskō, and by addition of /g/ at the beginning in the Aeolic fashion, *gnōskō. For the Aeolians say gnoô for noô. From there the privative is agnoô. And from this *gnōskō simply with reduplication comes gignōskō.

Comment

Derivational etymology, assuming that "to know" comes from "to think", which makes sense. The derivation of a -σκω present from νοέω yields *νοόσκω (not νόσκω as written by Eustathius), which then yields *νώσκω by contraction. The addition of /g/  at the beginning of the word is assumed to be Aeolic, and Heraclides mentions parallels later on. The reduplication is the last step. The derivation *γνώσκω → γιγνώσκω is correct by modern standards, of course the derivation from νοέω is not. See also γνώμη / νοέω

Parallels

Herodian, Παρεκβολαὶ τοῦ μεάλου ῥήματος, p. 27 (Πόθεν τὸ γινώσκω; ἐκ τοῦ νοῶ καὶ πλεονασμῷ τοῦ γ Αἰολικῶς γνοῶ, ἐξ οὗ τὸ κατὰ στέρησιν ἀγνοῶ, καὶ κατὰ συγκοπὴν γνῶ, ὁ μέλλων γνώσω καὶ ἐπενθέσει τοῦ κ πρὸ τοῦ δευτέρου ω γνώσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν Ἰωνικῶς γινώσκω); Choeroboscus, De orthographia (epitome), p. 187 (Γινώσκω: Τὸ γι διὰ τοῦ ι· τὸ νω μέγα· ὥσπερ γὰρ ἀπὸ τοῦ ὀγδοήκοντα γίνεται ὀγδώκοντα, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, οὕτως ἀπὸ τοῦ νοῶ, νοήσω, γίνεται νώσω, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, καὶ κατὰ πλεονασμὸν τοῦ γ γνώσω); Choeroboscus, Epimerismi in Psalmos, p. 61 (Γινώσκει, ῥῆμα ὁριστικὸν ἐνεργητικὸν, ἁπλοῦν, παράγωγον, συζυγίας δευτέρας τῶν βαρυτόνων. Καὶ πόθεν γίνεται; Παρὰ τὸ νοῶ, ὁ μέλλων νοήσω, καὶ κράσει τοῦ Ο καὶ Η εἰς Ω μέγα, νώσω, ὡς ὀγδοήκοντα ὀγδώκοντα, καὶ πλεονασμῷ τοῦ Κ, νώσκω, ὡς ὀλῶ ὀλέσω ὀλέσκω· καὶ μετάγονται τὰ τοιαῦτα ἐν ἐνεστῶτι, διότι τὸ Κ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος· βαρυτόνου δὲ διὰ τὸ πλακῶ εἶπε, καὶ πλεονασμῷ τοῦ Γ, καὶ κατὰ ἀναδιπλασιασμὸν γιγνώσκω, καὶ ἀποβολῇ τοῦ δευτέρου Γ γινώσκω γιγνώσκω); Epimerismi homerici ordine alphabetico traditi, beta 33 (νοήσω νόσω καὶ νόσκω καὶ γινώσκω); Etym. Gudianum, gamma, p. 312 (Γινώσκω· τὸ νω μέγα· διὰ τί; ἐκ τοῦ νῶ νώσω νώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν γινώσκω); ibid., p. 311 (Γιγνώσκω· ὥσπερ ἀπὸ τοῦ ὀγδοήκοντα ὀγδώκοντα κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, οὕτως καὶ ἀπὸ τοῦ νοήσω κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω νώσω, καὶ κατὰ πλεονασμὸν τοῦ γ γνώσω· καὶ ὥσπερ ἀπὸ τοῦ τρώσω μέλλοντος ἀποτελεῖται ἐνεστὼς τρώσκω, οὕτως καὶ ἀπὸ τοῦ γνώσω γνώσκω, καὶ κατὰ διπλασιασμὸν Ἰωνικὸν γιγνώσκω); Etym. Gudianum Additamenta, gamma, p. 311 (Γιγνώσκω· ἔστι ῥῆμα νοῶ νοήσω· ἐν συναλ<ο>ιφῇ νώσω, ὡς ὀγδοήκοντα ὀγδώκοντα· τοῦτο ἐπενθέσει τοῦ κ νώσκω, ὡς τρώσκω θνήσκω· καὶ πλεονασμῷ τοῦ γ γνώσκω, ὡς νόφος γνόφος καὶ νοήμη νώμη καὶ γνώμη· κατὰ διπλασιασμὸν γιγνώσκω, εἶτα κατὰ ἀφαίρεσιν γινώσκω. | Γινώσκω· διὰ τοῦ ι· <τὸ νω μέγα>· ὥσπερ ⟦γὰρ⟧ ἀπὸ τοῦ ὀγδοήκοντα γίνεται κατὰ κρᾶσιν ὀγδώκοντα, ⟦οὕτω⟧ καὶ ἀπὸ τοῦ νοῶ νοήσω νώσω, ⟦καὶ⟧ πλεονασμῷ τοῦ ⟦γ⟧ γνώσω· ὥσπερ ⟦δὲ⟧ ἀπὸ τοῦ ⟦τρώσω⟧ μέλλοντος γίνεται ⟦ἐνεστὼς πλεονασμῷ τοῦ κ τρώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν τιτρώσκω⟧, οὕτως ἀπὸ τοῦ γνώσω γνώσκω καὶ ἀναδιπλασιασμῷ γιγνώσκω, καὶ ἀποβολῇ τοῦ ἑνὸς γ γινώσκω. καὶ λοιπὸν ἡ θέσει μακρὰ μετῆλθεν εἰς φύσει, ὥσπερ καὶ ἐπὶ τοῦ γίγνεται γίνεται· ἀποβολῇ γὰρ τοῦ ἑνὸς γ ἐξέτεινε τὸ ι); Etym. Magnum, Kallierges, p. 231 (Γινώσκω: Ἔστι ῥῆμα νοῶ, νοήσω, καὶ κράσει τοῦ ο καὶ η εἰς ω, νώσω, ὡς ὀγδοήκοντα, ὀγδώκοντα, πλεονασμῷ τοῦ κ νώσκω, ὡς ὀλῶ, ὀλέσκω· καὶ μετάγονται τὰ τοιαῦτα εἰς ἐνεστῶτα, διότι τὸ κ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος· καὶ πλεονασμῷ τοῦ γ, γνώσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν, γιγνώσκω, καὶ ἐκβολῇ τοῦ ἑνὸς γ, γινώσκω. Καὶ μετῆλθεν ἀπὸ τοῦ θέσει εἰς τὸ φύσει μακρόν); Eustathius, Comm. Il., vol. 1, 223 (ὥσπερ ἐν τῷ νοῶ νοήσω καὶ κράσει νώσω καὶ πλεονασμῷ τοῦ κ νώσκω προτίθεται κατ’ ἀρχὰς τὸ γ καὶ γίνεται γνώσκω καὶ κατὰ ἀναδιπλασιασμὸν γιγνώσκω); Eustathius, Comm. Od., vol. 2, 25 (Ἐν δὲ τοῖς εἰρημένοις πρῶτα μὲν ἰστέον ὅτι τὸ γίνωσκον ἡμαρτῆσθαι δοκεῖ μὴ γραφόμενον γίγνωσκον ἐν δυσὶ γ ὡς Ἡρακλείδης βούλεται. λέγει γὰρ ἐκεῖνος ὅτι ὥς περ τελῶ τελίσκω Ἰωνικῶς διὰ τοῦ κάππα παραληγομένου τῷ σίγμα καὶ τῷ ἰῶτα, ὁμοίως καὶ θορῶ θορίσκω, καὶ μολῶ μολίσκω, οὕτω καὶ νοῶ νοΐσκω. ἐκ τούτων δὲ κατὰ κρᾶσιν θρώσκω, βλώσκω, νώσκω, καὶ Αἰολικῶς γνώσκω. Αἰολεῖς γάρ, φησι, τὸ νοῶ γνῶ φασίν. ὅθεν καὶ τὸ ἀμφιγνοεῖν ἤγουν διχονοεῖν, καὶ ἡ ξύγγνοια, καὶ τὸ ἀγνοεῖν, καὶ ἡ ἄγνοια)

Modern etymology

From PIE *gneh3- "to know", with cognates in all IE languages (Beekes, EDG)

Persistence in Modern Greek

No

Entry By

Le Feuvre