λα- + σεύω
Word
Validation
Word-form
Word-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
λασί⸤οι⸥σι: ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ σεύω, τὸ ὁρμῶ· ὀρθῶς γὰρ ⸤ὁ⸥ρμῶνται τὰ †διὰ τοῦ νοήματος†
Translation (En)
Lasioisi "shaggy": from the intensive prefix la- and the verb seuō "to put in quick motion", because <the hair rises upright †because of the thoughts†
Parallels
Epimerismi homerici Il. 1.189a3 (τὸ δὲ λασίοισι γέγονε παρὰ τὸ σεύω, τὸ ὁρμῶ, καὶ τὸ λα ἐπιτατικὸν μόριον); Etym. Genuinum, lambda 39 (Λάσιος· ἡ γὰρ θέρμη αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν. νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησιν. ἀφ’ ὧν λέγει· στήθεσιν λασίοισιν. ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστιν τὸ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. γέγονε δὲ παρὰ τὸ σεύω τὸ σημαῖνον τὸ ὁρμῶ καὶ τὸ ΛΑ ἐπιτατικόν); Etym. Gudianum, lambda, p. 363 (Λασίῃσι, δάσεσι στήθεσιν· ἐκ τοῦ λα, ἐπιτατικοῦ μορίου, καὶ τοῦ σεύω τὸ ὁρμῶ· ὀρθῶς γὰρ ὁρμῶνται, τὰ δι’ αὐτοῦ νοήματα· νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν ἀφ’ ὧν λέγεται στήθεσιν, ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστι τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς); Etym. Magnum, Kallierges, p. 557 (Λάσιος: Ὁ δασύς. Ἐκ τοῦ ΛΑ ἐπιτατικοῦ, καὶ τοῦ σεύω, τὸ ὁρμῶ· ὀρθῶς γὰρ ὁρμῶνται τὰ διὰ τοῦ νοήματος· ἡ γὰρ θέρμη αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν· νῦν δὲ περὶ τοῦ θερμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν, ἀφ’ ὧν λέγεται, ‘Στήθεσσιν λασίοισιν’. Τουτέστι θερμοῖς· ἡ γὰρ θέρμη ἐν τοῖς δασέσι καὶ συνετοῖς τόποις. Ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστι τὸ πυρῶδες ἢ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. Λάσιοι οὖν, πολύτριχες ἢ συνετοί); Eustathius, Comm. Il., vol. 1, p. 125 (λάσιον δέ ἐστι μὲν τὸ δασύ· γίνεται δὲ ὥσπερ τὸ δασὺ ἀπὸ τοῦ δα ἐπιτατικοῦ μορίου καὶ τοῦ σύω ἢ σεύω τὸ ὁρμῶ, ἔνθα δηλαδὴ πολλὰ ὁρμῶσι καὶ ἀναδίδονται κάτωθεν τὰ τὸ δάσος ποιοῦντα, οὕτω καὶ τὸ λάσιον ἐκ τοῦ λα ἐπιτατικοῦ καὶ τοῦ σῶ τὸ ὁρμῶ, οὐ μὴν ἀπὸ τοῦ σεύω); J. Tzetzes, Exegesis in Homeri Iliadem 1.189 (ἢ λάσια στήθη, τὰ δασέα καὶ θυμικά, ἀπὸ τοῦ λίαν σεύω καὶ ὁρμῶ· οἱ γὰρ δασύστερνοι λίαν ὁρμῶσιν πρὸς θυμόν); Ps.-Zonaras, Lexicon, lambda, p. 1282 (Λάσιοι. πολύτριχες. δασεῖς. ἡ γὰρ θέρμη αἰτία ἐστὶ τῆς ἐκφύσεως τῶν τριχῶν. λάσιος δὲ παρὰ τὸ λα καὶ τὸ σεύω, τὸ ὁρμῶ); ibid., p. 1289 (Λάσιον. τὸ δασύ. καὶ τὸ ἰσχυρόν. ὡς τό· ‘λάσιον κέαρ’. ὅ ἐστιν ἰσχυρὰ ψυχή. παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ σεύω, τὸ ὁρμῶ. ‘στήθεσι λασίοισιν’. ὑπὸ γὰρ τὴν γαστέρα κεῖται ἡ καρδία, ἐν ᾗ τὸ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς)
Comment
Compositional etymology. The adjective λάσιος means "covered with hair", but in Homer it is used as an epithet of στῆθος "chest" (λάσίοισι στήθεσσι). The etymology by "very moving" refers to the erectile quality of body hair, associated to feelings like fear or horror. This is probably what accounts for the διὰ τοῦ νοήματος – the text is corrupt and a few words are missing.