μασάομαι
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
Πάσασθαι. τροπῇ τοῦ μ εἰς π· οἷον μασᾶσθαι.
Translation (En)
Pasasthai "to eat": with change of [m] into [p], that is to say masasthai "to chew"
Parallels
Epimerismi Homerici Il. 1.464b (ἐπάσαντο: ἔστι μέσου ἀορίστου πρώτου. τὸ θέμα πατῶ, ὅπερ ἀπὸ τοῦ μασῶ, τοῦτο παρὰ τὸ μάσσω, τὸ μαλάσσω. πατῶ οὖν δηλοῖ τὸ ἐσθίω, ὁ μέλλων πατήσω καὶ κατὰ συγκοπὴν πάσω. ἐντεῦθεν γέγονε καὶ φάτνη· παρὰ τὸ πατῶ, τὸ ἐσθίω, πάτνη καὶ φάτνη, ὁ τόπος ἐν ᾧ ἐσθίουσι τὰ ἄλογα· ὅθεν καὶ πάσασθαι· παρὰ τὸ μασᾶσθαι, τροπῇ τοῦ μ εἰς π καὶ ἀναδρομῇ τοῦ τόνου πάσασθαι. Ps Psd); Etym. Gudianum, epsilon, p. 495, 10 (Ἐπάσαντο <Α 464>· ... μέσου ἀορίστου πρώτου· τὸ θέμα πατῶ, ὅπερ ἀπὸ τοῦ μασῶμαι· τοῦτο παρὰ τὸ μάσσω, τὸ μαλάσσω. πατῶ οὖν· δηλοῖ τὸ ἐσθίω· ὁ μέλλων πατήσω καὶ κατὰ συγκοπὴν πάσσω. ἐντεῦθεν γέγονε καὶ φάτνη, ὁ τόπος ἐν ᾧ ἐσθίουσι τὰ ἄλογα); Etym. Magnum, Kallierges, p. 353, 49 (Ἐπάσαντο: Ἐγεύσαντο. Παρὰ τὸ πατῶ (ὃ δηλοῖ τὸ ἐσθίω· ἐξ οὗ πάτνη καὶ φάτνη, ἐν ᾗ ἐσθίουσι τὰ ἄλογα,) ὁ μέλλων, πατήσω· καὶ συγκοπῇ, πάσω· καὶ τὰ λοιπὰ δῆλα. Ἢ παρὰ τὸ μασῶ μασήσω ἐμάσησα· συγκοπῇ, ἔμασα· ἐμάσαντο, καὶ ἐπάσαντο· παρὰ τὸ μασᾶσθαι, τροπῇ τοῦ μ εἰς π, καὶ τοῦ τόνου ἐναλλαγέντος. Καὶ πάσασθαι, τὸ γεύσασθαι· καὶ "σπλάγχν’ ἐπάσαντο"); Etym. Symeonis, epsilon 550 (Ἐπάσαντο· ἐγεύσαντο· παρὰ τὸ πατῶ, ὃ δηλοῖ τὸ ἐσθίω· ἐξ οὗ πάτνη φάτνη δέ, ἐν ᾗ ἐσθίουσι τὰ ἄλογα· ὃ μέλλων πατήσω, καὶ συγκοπῇ πάσω, καὶ τὰ λοιπὰ δῆλα. Ἢ παρὰ τὸ μασῶ μασήσω ἐμάσησα, συγκοπῇ ἔμασα, καὶ ἐμάσαντο καὶ ἐπάσαντο); Ps.-Zonaras, Lexicon, pi, p.1524, 8 (Πάσασθαι. γεύσασθαι. "καὶ σπλάγχν’ ἐπάσαντο". παρὰ τὸ μασᾶσθαι κατὰ τροπὴν τοῦ μ εἰς π, καὶ τοῦ τόνον ἐναλλαγήν)
Comment
Derivational etymology relying on a formal change. The lemma is a hyperonym pf the etymon