ἀπό + φωλεός

Validation

No

Last modification

Tue, 06/01/2021 - 15:39

Word-form

ἀποφώλια

Transliteration (Word)

apophōlios

English translation (word)

empty

Transliteration (Etymon)

apo + phōleos

English translation (etymon)

from + den

Author

Apollonius Soph.

Century

1 AD

Source

Idem

Ref.

Lexicon homericum, p. 39

Ed.

I. Bekker, Apollonii Sophistae lexicon Homericum, Berlin, 1833

Quotation

ἀποφώλια ἀπαίδευτα· τὰ γὰρ διδασκαλεῖα φωλεοὺς λέγουσιν οἷον πωλεούς, ἀπὸ τοῦ συνήθως εἰς αὐτὰ φοιτᾶν.

Translation (En)

Apophōlia "rude manners" because the schools used to be called phōleous "dens", as *pōleous, since one habitually frequents them.

Comment

The word is parsed as a compound of the ἀπόμουσος type "rude, not polite", lit. "away from the Muses": here "away from the schools", therefore not educated, rude. The etymon phōleous is itself etymologized by pōleomai "go frequently" (the etymological relationship remains implicit in Apollonius' formulation).

Parallels

Orion, Etymologicum, alpha, p. 11 (Ἀποφώλια, ἀπαίδευτα· φωλεὰ γὰρ τὰ παιδευτήρια ἔλεγον· παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ ἐνδιατρίβειν. κυρίως δὲ φωλεὸς ὁ σκοτεινὸς τόπος, παρὰ τὸ ἀπολωλέναι τὸ φῶς ἐκεῖ.); Συναγωγή λέξεων χρησίμων (versio antiqua), phi 243 (φωλεόν· τὸ παιδευτήριον. ὅθεν ἀποφώλιοι· οἱ ἀπαίδευτοι);  Photius, Lexicon, phi 366 (idem); Συναγωγὴ λέξεων χρησίμων ἐκ διαφόρων σοφῶν τε καὶ ῥητόρων πολλῶν (versio codicis B), alpha 2031 (ἀποφώλιον· ὀλίγου ἄξιον, ἀπαίδευτον, ἄτεχνον, μάταιον. οἱ δὲ ἄγριον ἢ ἀδόκιμον ἢ θηριώδη, ἀπὸ τῶν φωλεῶν. ἔνιοι δὲ φωλεόν φασι τὸ λαμπρὸν δεῖπνον); Photius, Lexicon, alpha 2719 (idem); Etym. Genuinum, alpha 1038 (γέγονε δὲ παρὰ τὸν φωλεόν· φωλεοὶ γὰρ λέγονται τὰ παιδευτήρια παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ διατρίβειν. τοὺς οὖν ἀδιδάκτους ἀποφωλίους ἐκάλουν. ἢ παρὰ τὸ φῆλος, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος, καὶ ἐν συνθέσει ἀποφήλιος, καὶ τροπῇ ἀποφώλιος, ὡς ἀρήγω ἀρωγός καὶ ῥήσσω ῥωγμός); Etym. Symeonis vol. 1, p. 146 (idem); Suda, alpha 3641 (Ἀποφώλιοι: ξένοι, οἱ φυλὴν μὴ νέμοντες. οὕτως Αἰσχύλος. ἢ ἀπαίδευτοι. φωλεοὶ γὰρ τὰ παιδευτήρια, ὥς φασιν οἱ Ἴωνες.); Suda, phi 646 (Φωλεόν: τὸ παιδευτήριον Ἴωνες. ὅθεν ἀποφώλιοι, οἱ ἀπαίδευτοι); Etym. Gudianum, alpha, p. 178 (Ἀποφώλια· παρὰ τὸ φωλεά· οὕτως γὰρ ἐλέγοντο τὰ παιδευτήρια); Etym. Gudianum Additamenta, alpha, p. 178-179 (<Ἀποφώλια>· ... παρὰ τὸ ἐν αὐτοῖς φω⟦λεύειν καὶ ἐνδιατρίβειν⟧. κυρίως δὲ φωλεὸς ὁ σκο⟦τεινὸς τόπος, παρὰ τὸ ἀπολωλέ⟧ναι τὸ ⟦φῶς⟧ <ἐκεῖ>. ⟦Ὁμήρου⟧ Ἀπο⟦φώ⟧λι⟦ος⟧· ὁ ἀπαί⟦δευτος⟧. Ὅμηρος <ε 182> „ἦ ⟦δὴ⟧ ἄλιτρός γ’ ἐσσὶ ⟦καὶ οὐκ ἀποφώλια εἰδώς⟧“. παρὰ τὸ φωλεός· φωλεοὶ γὰρ τὰ διδασκαλεῖα. τοὺς οὖν ἀδιδάκτους ἀποφωλίους ⟦ἐκάλουν. ἢ⟧ παρὰ τὸ ⟦φηλός, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος, καὶ ἐν συνθέσει ἀποφήλιος καὶ τροπῇ ἀποφώλιος, ὡς ἀρήγω ἀρωγός, καὶ ῥήσσω ῥηγμός καὶ <Ψ 420> „ῥωγμὸς ἔην γαίης“⟧, θήσω θωμός, ὁ σωρός. ‖ λέγονται καὶ ἀποφώλιοι ἀδόκιμοι, ⟦ἄγονοι, ἄπαιδες⟧.); Etym. Magnum, Kallierges, p. 130 (Ἀποφώλιος: Ὁ ἀπαίδευτος· καὶ ἀποφώλια τὰ ἀπαίδευτα. Γέγονε δὲ παρὰ τὸν φωλεόν· φωλεοὶ γὰρ τὰ παιδευτήρια, παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ διατρίβειν. Τοὺς οὖν ἀδιδάκτους ἀποφωλίους ἐκάλουν. Ἢ παρὰ τὸ φῆλος, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος· καὶ ἐν συνθέσει ἀποφήλιος, καὶ τροπῇ ἀποφώλιος, ὡς ἀρήγω ἀρωγὸς, καὶ ῥήσσω ῥωγμός); Eustathius, Comm. Od. 1, 207 Stallbaum (ἀποφώλιος γὰρ, ὁ ἀπαίδευτος καὶ ἀδίδακτος ἐπειδὴ φωλεοὶ παρὰ τοῖς ἀρχαίοις ἐλέγοντο τὰ παιδευτήρια); ibid., 1, 155 (προσφυῶς ἂν καὶ ἐν φωλεῷ μουσῶν εἶναι λεγόμενοι, ἀποφώλιοι ἂν εἶεν εἴπερ ἀποῤῥιψεῖεν ὡς ἀπῳδοί τινες καὶ παράμουσοι); ibid., 1, 412 (ἐνταῦθα δὲ μνηστέον τοῦ εἰπόντος ὅτι ἐπὶ ἑρπετῶν ὁ φωλεὸς ἐφ’ ὧν καὶ τὸ φωλεύειν. καὶ ῥητέον, ὡς οὐ πάντη ἐκεῖνος ἠλήθευσεν. ἄρκτοι γὰρ μὴ ἑρπετὰ οὖσαι φωλεῖν λέγονται, ὃ ταυτόν ἐστι τῷ φωλεύειν. ᾧ παράκειται ὁ φωλεός. αἱ τοιαῦται δὲ καὶ φωλάδες λέγονται, ὅτε φωλοῦσιν. ἀποφωλίου δὲ χρῆσις παρ’ Ὁμήρῳ καὶ ἐν τοῖς πρὸ τούτων); Ps.-Zonaras, Lexicon, alpha, p. 237 ( Ἀποφώλιοι. ξένοι. οἱ φυλὴν μὴ ἔχοντες. οὕτως Αἰσχύλος. ἢ ἀπαίδευτοι· φωλεοὶ γὰρ τὰ παιδευτήρια κατὰ Ἴωνας);; ibid., alpha, p. 254 (γέγονε δὲ παρὰ τὸ φωλεόν· φωλεοὶ γὰρ τὰ παιδευτήρια, παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ διατρίβειν. [ἢ παρὰ τὸ φῆλος, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος καὶ ἐν συνθέσει ἀποφήλιος καὶ τροπῇ ἀποφώλιος. ἀποφωλίους τοὺς ἀπαιδεύτους ἐκάλουν.]); ibid., phi, p. 1834 (Φωλεός. ὁ σκοτεινὸς τόπος. παρὰ τὸ ἀπολωλέναι τὸ φῶς ἐκεῖσε. φωλεὸς καὶ τὸ παιδευτήριον, ὥς φασιν οἱ Ἴωνες. ὅθεν καὶ ἀποφώλιοι, οἱ ἀπαίδευτοι καὶ οἱ ξένοι); Schol. Od. ε 182c1 Pontani (“καίτοι μὴ εἰδὼς ἀποφώλια, <τουτέστιν> ἀπαίδευτα, ἀλλ’ ὅμως ἥμαρτες”. “φωλεὸς” δὲ λέγεται τὸ σχολεῖον· ὁ γοῦν μὴ φοιτῶν εἰς τὸ ᾠδεῖον λέγεται “ἀποφώλιος”); ibid., ε 182e1 (ἀποφώλια: ἀπαίδευτα· “φωλεοὶ” γὰρ τὰ παιδευτήρια. ἢ ἃ οὐκ ἄν τις ἀποφήναιτο ὡς ἄρρητα ἢ ἀσύνετα); ibid., 182e2 (ἀποφώλια] “φωλεοὺς” ἔλεγον οἱ παλαιοὶ τὰ παιδευτήρια. “ἀποφώλια” οὖν τὰ ἀπαίδευτα· καίτοι οὐκ ἀποφώλια εἰδὼς οὐδὲ ἀπαίδευτος ὤν, ἀλιτρὸς γέγονας καὶ ἥμαρτες τοῦτο εἰπών); ibid., θ 177c3 (ἀποφώλιος “φωλεοὺς” λέγουσι τὰ παιδευτήρια· ὁ γοῦν μὴ φοιτῶν εἰς τὰ παιδευτήρια λέγεται “ἀποφώλιος”).

Possible etymological allusion in Nicander, Alexipharmaca 523 (ἄλλοτε δ’ ἄγχον, εὖτ’ ἐπὶ φωλεύοντα τραφῇ βαθὺν ὁλκὸν ἐχίδνης ἰὸν ἀνικμαῖνον στομίων τ’ ἀποφώλιον ἄσθμα)

Modern etymology

Unknown, maybe connected with ἀπαφίσκω (Beekes, EDG)

Persistence in Modern Greek

No

Entry By

Arthur de Tocqueville