ἀ- + ἔχω
Word
Validation
Word-form
Word-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
Ἄχνη, τὸ λεπτότατον τῶν ἀχύρων, ὧν οὐκ ἄν τις ἔχεσθαι δύναται διὰ τὴν σμικρότητα
Translation (En)
Akhnē "chaff": the thinnest part of the chaff, which one cannot hold (ouk ekhesthai) because it is so tiny
Parallels
bT scholion Il. 11.307 (307c Erbse) (ἄχνη: ἧς οὐ δυνάμεθα ἔχεσθαι διὰ τὸ λεπτόν); Scholia Od. ε 402b2 Pontani (τὸ δὲ “ἄχνη” [403] ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ “ἔχω”, “ἀέχη”, <“ἀέχνη”> καὶ “ἄχνη”); Epimerismi homerici ordine alphabetico traditi, alpha 259 (ἄχνη (Δ 426 alibi): ὄνομα ῥηματικὸν ἐκ τοῦ ἔχω ἔχη καὶ ἀέχη <καὶ ἄχνη>, τὸ λεπτομερές, οὗ οὐκ ἔστιν ἔχεσθαι. δύναται καὶ <εἶναι> παρὰ τὸ ἄζω, τὸ ξηραίνω· καὶ μάλιστα ἐπ’ ἐκείνου ‘ὡς δ’ ἄνεμος ἄχνας φορέει ἱερὰς κατ’ ἀλωάς (Ε 499)’· τὸ γὰρ ξηρὸν καὶ οὐχ <ὑγρὸν ἀλλὰ λ>επτόν ἐστιν. <ἄζω> ἄχνη, ὡς πήσσω πάχνη, λάζω λάχνη (ἡ γὰρ τρίχωσις εὔληπτος)); Etym. Genuinum, alpha 1520 (Ἄχνη· πᾶσα λεπτότης ὑγροῦ τε καὶ ξηροῦ. ἐπὶ μὲν ὑγροῦ. Δ 426· ‘ἀποπτύει δ’ ἁλὸς ἄχνην’, ἤγουν ὁ ἐπιπολάζων λεπτομερέστατος ἀφρὸς τῆς θαλάσσης· ἐπὶ δὲ ξηροῦ Ε 501· ‘κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας’. εἴρηται παρὰ τὸ ἔχω ἐχήνη καὶ μετὰ τοῦ στερητικοῦ α ἀεχήνη τις οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερὲς καὶ τομόν. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου λέγει αὐτὴν παρὰ τὸν ἀΐξω μέλλοντα εἶναι ὡς τεύχω τέχνη ἀποβολῇ τοῦ ι); Etym. Gudianum Additamenta, alpha, p. 251 (Ἄχνη· πᾶσα λεπτότης ὑγροῦ τε καὶ ξηροῦ· ἐπὶ μὲν ὑγροῦ <Δ 426> „ἀποπτύει δ’ ἁλὸς ἄχνην“, ἐπὶ δὲ ξηροῦ <Ε 501> „κρίνῃ ἐπειγομένων <ἀνέμων> καρπόν τε καὶ ἄχνας“. εἴρηται παρὰ τὸ ἔχω καὶ τὴν α στέρησιν, ἀεχήνη τις οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερὲς καὶ <ἄ>τομον. Ἀλέξανδρος δὲ ὁ τοῦ Ἀσκληπιάδου, παρὰ τὸν ἀΐξω μέλλοντα, ὡς τεύξω τέχνη, ἀποβολῇ τοῦ ⟦ι⟧ ἄχνη); Etym. Magnum, Kallierges, p. 181 (idem); Ps.-Zonaras, Lexicon, alpha, p. 362 (Ἄχνη. πᾶσα λεπτότης ὑγροῦ καὶ ξηροῦ. ἐπὶ μὲν ὑγροῦ· ‘ἀποπτύει δ’ ἁλὸς ἄχνην’. ἐπὶ δὲ ξηροῦ· ‘κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας’. παρὰ τὸ ἔχω ἐχήνη καὶ μετὰ τοῦ στερητικοῦ α ἀεχήνη τὶς οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερές); Eustathius, Comm. Il. 2, 133-134 Van der Valk (Γίνεται δὲ ἄχνη παρὰ τὸ α στερητικὸν καὶ τὸ ἔχω τὸ κρατῶ, ἡ ἀκράτητος, διὰ λεπτότητα, ὡς καὶ ἀλλαχοῦ προείρηται. Ὡς γὰρ ἀχῆνες οἱ πτωχοὶ παρὰ τὸ μὴ ἔχειν οἱονεὶ ἀεχῆνες, καὶ κατὰ κρᾶσιν ἀχῆνες, οὕτω καὶ ἀέχη, καὶ κράσει ἄχη, ἡ μὴ ἐχομένη, καὶ πλεονασμῷ τοῦ νῦ ἄχνη, ὡς τεύχη τέχνη καὶ ἄλλα οὐκ ὀλίγα […] καὶ ἡ ἄχνη γὰρ παρὰ τὸ μὴ ἔχεσθαι εἴρηται καὶ τὸ ἄχυρον δὲ ἀέχυρόν τί ἐστι); idem, Comm. Il. 4, 442 Van der Valk (ὅθεν καὶ ἄχυρον ἐπενοήθη κληθῆναι καὶ ἄχνη, ἅπερ οὐκ ἔχονται, ἤτοι κρατοῦνται, καθ’ ἕκαστον τμῆμα διὰ λεπτότητα)
Comment
The word is parsed as a privative compound ἀ-χ-νη, implying a contraction from *ἀ-εχ-νη (explicit in another sources, see Parallels)