ῥάβδος + ᾠδή
Word
Validation
Word-form
Word-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
εἴρηται δὲ ῥαψῳδία † οἱονεὶ ῥαβδῳδία τις οὖσα, ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ περιερχομένους ᾄδειν τὰ Ὁμήρου ποιήματα
Translation (En)
Rhapsōdia ("epic poetry") is said as if it were somehow *rhabdōdia ("song with rod"), because <rhapsodes> were wandering with a "staff" (rhabdōs) of laurel when "reciting" (adein) Homer's poems
Parallels
Many references in the Commentaria in Dionysii Thracis Artem Grammaticam : <Εἴρηται δὲ ῥαψῳδία>.] Βούλεται λοιπὸν ἐτυμολογῆσαι, τίνος ἕνεκεν εἴρηται ῥαψῳδία· καί φησιν «οἱονεὶ ῥαβδῳδία τις οὖσα», τουτέστιν ἡ ἐπὶ ῥάβδῳ ᾠδή· οἱ γὰρ μεθ' Ὅμηρον τὰ αὐτοῦ ποιήματα περιερχόμενοι ᾖδον, ῥάβδον δαφνίνην κατέχοντες, σύμβολον Ἀπολλωνιακόν (p. 28, 24-26 Hilgard) ; Ἢ οὖν ἀπὸ τῆς ῥάβδου καὶ τῆς ᾠδῆς ἐτυμολογεῖται ἡ ῥαψῳδία, ἢ ἀπὸ τοῦ ῥάπτειν, ὅπερ ἐστὶ τὰ διεστῶτα καὶ διακεχωρισμένα εἰς ἓν συνάπτοντα ὑγιάζειν (p. 28, 28-29, 1) ; Ῥαβδῳδία δὲ εἴρηται ἡ ἐπὶ ῥάβδῳ ᾠδή· οἱ γὰρ μεθ' Ὅμηρον τὰ αὐτοῦ ποιήματα περιερχόμενοι ᾖδον, ῥάβδον δαφνίνην κατέχοντες, σύμβολον Ἀπολλωνιακόν, ἤγουν ἀπό τε τῆς ῥάβδου καὶ τῆς ᾠδῆς ἐτυμολογεῖται ἡ ῥαψῳδία (Commentaria In Dionysii Thracis Artem Grammaticam, Scholia Marciana, p. 315, 30-34 Hilgard) ; Τὴν ῥαψῳδίαν καὶ αὐτὸς παρετυμολογῶν λέγει διαφόρως παρῆχθαι· ἢ γὰρ παρὰ τὸ ῥάπτειν – ῥάψαι δέ ἐστιν, ὡς ἴσμεν, τὸ κατασκευάσαι – ἐπειδὴ τὰ ἔπη συρράπτεται ἔκ τε διαφόρων λέξεων καὶ νοημάτων, καὶ οὕτως ἐξυφαίνεται τὰ τῆς ὑποθέσεως· ἢ παρὰ τὸ μετὰ ῥάβδου δαφνίνης τοὺς ῥαψῳδοὺς τὰ ἔπη ἐπιδείκνυσθαι (Id., p. 179, 6-11 Hilgard) ; Ῥαψῳδίας δὲ ἐκάλουν οἱ παλαιοὶ τὰ Ὁμηρικὰ ἔπη, παρόσον ἅμα ῥάβδῳ περιιόντες ἐμελῴδουν αὐτά (Id. p. 314, 31-32), with further development p. 315, 26-34. See also Eustathius, Comm. in Il. 1, 10, 12-15 (οἱ δὲ πλείους τῶν παλαιῶν τήν τε ὅλην Ὁμηρικὴν ποίησιν ῥαψῳδίαν λέγουσι καὶ ῥαψῳδοὺς τοὺς αὐτὴν ᾄδοντας• ἔτι δὲ καὶ ῥαβδῳδοὺς διὰ τὴν ἄνω ῥηθεῖσαν δαφνίνην ῥάβδον• διὰ δὲ τὴν αὐτὴν καὶ στιχῳδούς• στίχοι γάρ, φασίν, ὑπό τινων αἱ ῥάβδοι ἐλέγον το μῦθον ὑφαινόμενον) ; Scholia In Platonem, Rep. 373b.3 Greene (ἐκλήθησαν δὲ οὕτως ἐπεὶ ῥάβδους δαφνίνας ἔχοντες ἀπήγγελλον) ; cf. Suda, Lexicon, rho 71 (<Ῥαψῳδοί:> οἱ τὰ Ὁμήρου ἔπη ἐν τοῖς θεάτροις ἀπαγγέλλοντες οἳ ἐκλήθησαν οὕτως, ἐπεὶ ῥάβδους ἔχοντες ἀπήγγελλον). Same text as in Dion. Thrax in Ps. Zonaras, Lexicon, pi 1564 (εἴρηται δὲ ῥαψῳδία ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ περιερχομένους ᾄδειν τὰ Ὁμήρου ποιήματα)
Comment
There are many parallels probably from the same origin, and frequently given together with the other etymology (rhaptō). This etymology was probably known by Callimachos (Schol. in Pind. Nem. 2, 1d Drachmann (ὅθεν περ καὶ Ὁμηρίδαι / ῥαπτῶν ἐπέων ... ἀοιδοί] τοὺς ῥαψωιδοὺς οἱ μὲν ῥαβδωιδοὺς ἐτυμολογοῦσι διὰ τὸ μετὰ ῥάβδου δηλονότι τὰ Ὁμήρου ἔπη διεξιέναι· Καλλίμαχος (fr 26 Pfeiffer) 'καὶ τὸν ἐπὶ ῥάβδωι μῦθον ὑφαινόμενον / ἠνεκὲς ἀείδω δειδεγμένος') ; cf. Eustathius, Comm. in Il. 1, 10, 4-6 Van der Valk (Ὅτι δὲ καὶ παρὰ τὴν ῥάβδον ἡ ῥαψῳδία εἴρηται, οἱονεὶ ῥαβδῳδία τις οὖσα, φασὶ καὶ τοῦτο οἱ παλαιοί, ἀκολουθοῦντες Καλλιμάχῳ εἰπόντι 'τὸν ἐπὶ ῥάβδῳ μῦθον ὑφαινόμενον'). For an alternative etymology, see ῥαψωδός