κάπτω
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Source
Ref.
Ed.
Quotation
Κάπῃσι. Φάτναις. Παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵππους κάπτειν, ὅ ἐστιν, ἐσθίειν
Translation (En)
Kapēisi "cribs". From the fact that horses, standing, swallow (kaptein), that is, eat in them,
Parallels
Hesychius, Lexicon, kappa 701 (κάπηισι· φάτναις. ἀπὸ τοῦ κάπτειν ἀπ’ αὐτῶν); Schol. Od. 4.40f Pontani (κάπῃσι] παρὰ τὸ ἐν αὐταῖς ἵστασθαι τοὺς ἵππους καὶ “κάπειν” ἤτοι ἐσθίειν· ἢ παρὰ τὸ “χάπτειν”, ὅ ἐστι λάπτειν, “χάπη” καὶ “κάπη”. / παρὰ τὸ “κάπειν” ἤτοι ἐσθίειν, ἢ ἀπὸ τοῦ “χάπτω”); Meletius, De natura hominis, p. 83 (καὶ γίνεται δὲ καὶ ἀπὸ τοῦ κάπη φάτνη, παρὰ τὸ κάπτειν, ὅ ἐστιν ἐσθίειν· φησὶ γὰρ Ἀριστοφάνης Ἱππεῦσι, ‘Καπαῖον ἤτοι Φάλτον Διά’. ἢ παρὰ τὸ κάπος, ὅ ἐστι πνεῦμα, ὡς ἐν τῷ, ‘ἀπὸ δὲ ψυχὴν ἐκάπυσεν’· (Il. 10.467) ἢ διὰ τοῦ καταπνέεσθαι ἀπὸ τοῦ ἄσθματος τὸν ἵππον· ἢ παρὰ τὸ ἐσκάφθαι καὶ κεκοιλάνθαι); Etym. Genuinum, beta 205 (Βουκάπη· ἡ φάτνη τῶν βοῶν, ἐν ᾗ οἱ βοῦς κάπτουσιν· ἀπὸ γὰρ τοῦ κάπτω, τοῦ σημαίνοντος τὸ ἐσθίω, ἡ κάπη γίνεται); Etym. Symeonis, vol. 1, p. 476 (idem); Etym. Gudianum, kappa, p. 297 (Κάπη, ἡ φάτνη, παρὰ τὸ κάπτειν, ὅ ἐστιν ἐσθίειν, γέγονε κάπτη καὶ κάπη, ἢ παρὰ τὸ κάπος κάπη. κάπος δέ ἐστι τὸ πνεῦμα ἐν τῷ, ἀπὸ δὲ ψυχὴν ἐκάπησεν· ἢ καὶ ὑπὸ τῶν ἀσθμάτων τῶν ἵππων καταπνεόμενον· ἢ παρὰ τὸ ἐκάφθαι κοιλάνθαι); Eustathius, Comm. Il., vol. 2, p. 275 (Ἡ δὲ φάτνη παρὰ τὸ φαγεῖν γίνεται, ὥσπερ αὖ ἡ κάπη ἐκ τοῦ κάπτειν, ὅπερ ἐστὶν ἐσθίειν, οἷον «ἱππείῃσι κάπῃσι»); ibid., vol. 2, p. 611 (Ὥσπερ δὲ φάτνη ἀπὸ τοῦ φαγεῖν, οὕτω καὶ κάπη παρὰ τὸ κάπτειν, ὅ ἐστιν ἐσθίειν); ibid., vol. 4, p. 655 (Ἀποκαπύσαι δὲ ψυχὴν τὸ ἀποπνεῦσαι. κάφος γάρ, φασί, τὸ πνεῦμα, ἐξ οὗ τὸ «κεκαφηότα θυμόν». τὸ δ’ αὐτὸ καὶ ὁ κάπος, ἐξ οὗ καὶ ὁ κῆπος, ὡς ἀλλαχοῦ εἴρηται. ἐξ αὐτοῦ δὲ καὶ κάπη ἡ καταπνεομένη ὑπὸ τῶν ἵππων φάτνη. αὐτὴ δὲ καὶ ἀπὸ τοῦ κάπτω δοκεῖ γίνεσθαι. ἀπ’ αὐτῆς δὲ παυσικάπη κατὰ Αἴλιον Διονύσιον); ibid., vol. 4, p. 656 (καὶ ἔοικε κατὰ τούτους τοὺς λόγους παυσικάπη λέγεσθαι, ὡς παύουσα τῆς κάπης ἢ τοῦ κάπτειν, ὅ ἐστι τοῦ ἐσθίειν); Eustathius, Comm. Od., vol. 1, p. 144 (κάπη δὲ ἡ φάτνη, παρὰ τὸ κάπτω τὸ χανδὸν ἐσθίω); Etym. Magnum, Kallierges, p. 207 (Βουκάπη: Ἡ φάτνη τῶν βοῶν. Ἀπὸ τοῦ κάπτω, τὸ ἐσθίω, γίνεται κάπη· τουτέστιν ἐν ᾗ οἱ βοῦς κάπτουσι); ibid., p. 489 (Κάπη: Ἡ φάτνη· παρὰ τὸ κάπτειν (ὅ ἐστιν ἐσθίειν) ἱσταμένους τοὺς ἵππους ἐν αὐταῖς. Ἰλιάδος θʹ, ‘δῆσε δ’ ἐπ’ ἀμβροσίῃσι κάπῃσι’. Γίνεται κάπτη καὶ κάπη. Ἢ παρὰ τὸ κάπος, κάπη· κάπος δέ ἐστι τὸ πνεῦμα· καὶ Ὅμηρος, ‘ἀπὸ δὲ ψυχὴν ἐκάπυσσεν’, ἀντὶ τοῦ ἐξέπνευσε· τουτέστιν ἡ ὑπὸ τῶν ἀσθμάτων καταπνεομένη τῶν ἵππων. Ἢ παρὰ τὸ ἐσκάφθαι καὶ κεκοιλάνθαι); Ps.-Zonaras, Lexicon, kappa, p. 1154 (Κάπη. ἡ φάτνη. παρὰ τὸ κάπτειν, τὸ ἐσθίειν, γέγονε κάπτη καὶ κάπη. [ἢ παρὰ τὸ κάπος, κάπη.] κάπος δέ ἐστι τὸ πνεῦμα. ἡ ὑπὸ τῶν ἀσθμάτων τῶν ἵππων καταπνεομένη. ἢ παρὰ τὸ ἐσκάφθαι καὶ κοιλάνθαι); ibid., beta, p. 400 (Βουκάπη. ἡ φάτνη τῶν βοῶν, ἐν ᾗ οἱ βόες κάπτουσιν. ἀπὸ γὰρ τοῦ κάπω τὸ ἐσθίω ἡ κάπη γίνεται)
Comment
Derivational functional etymology. The crib is etymologized from its function, to provide food