ἀκήν
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
Ἦκα. παρὰ τὴν ἀκὴν τὴν ἡσυχίαν· ἥτις πεποίηται κατὰ στέρησιν τοῦ χαίρειν, οἷον ἀχήν. παρὰ δὲ τὴν ἀκὴν παρῆκται ἐπίῤῥημα τὸ ἄκα· καὶ μεταθέσει τοῦ α εἰς η, ἦκα.
Translation (En)
ēka "quietly": from akē "calm", which was built as a privative of khairein "to rejoice", as though it were *akhēn. And from akē is derived an adverb *aka, and by change of /a/ to //, ēka
Parallels
Epimerismi homerici ordine alphabetico traditi, eta 8 (ἦκα (Γ 155): ἐπίρρημα μεσότητος. γίνεται παρὰ τὴν ἀκήν, ὥσπερ παρὰ τὸ πρόσθεν πρόσθα καὶ ἔνερθεν ἔνερθα καὶ ἔνθεν ἔνθα· οὕτως καὶ τὸ ἀκήν ἦκα γενόμενον κατὰ μετάληψιν τοῦ αὐτοῦ φωνήεντος ἀναγκαίως ἀποβλητικὸν γέγονε τοῦ ν); ibid., omega 4 (τὸ δὲ ὠκύς παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα, καὶ τὸ οὐδέτερον ἀκύ ἀκέα ἄκα καὶ μεταθέσει τοῦ α εἰς η γίνεται ἦκα ‘ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον’ (Γ 155), ἀντὶ τοῦ μετὰ ἡσυχίας, ἠρέμα); Etym. Gudianum, omega, p. 577 (τὸ δὲ ὦκα ἐκ τοῦ ὠκύς· τοῦτο παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ὀξύτητα, τὸ οὐδέτερον ἄκυ, ἄκεα, ἄκα, καὶ μεταθέσει τοῦ α εἰς ἦτα, ἦκα. ἦκα πρὸς ἀλλήλους ἔπεα πτερόεντ’ ἀγόρευον. ἀντὶ τοῦ μετὰ ἡσυχίας, ἠρέμα); Eustathius, Comm. Il., vol. 1, p. 625 (Δῆλον δέ, ὡς ἀπὸ τοῦ ἀκήν τὸ ἦκα γίνεται καθ’ ὁμοιότητα τοῦ ἀμφαδίην ἀμφαδά, κρύβδην κρύβδα, κύβδην κύβδα); Etym. Magnum, Kallierges, p. 424 (Ἦκα: Ἦκα πρὸς ἀλλήλους ἔλεγον. Ἀντὶ τοῦ ἠρέμα καὶ ἡσύχως. Ἔστι δὲ ἐπίρρημα μεσότητος· γίνεται παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ἡσυχίαν· οὗ τὴν αἰτιατικὴν ἔχει ἐν ἐπιρρήματος συντάξει, ‘ἀκὴν δ’ ἐγένοντο σιωπῇ’. Παρὰ τὸ ἀκὴ οὖν, ἦκα κατὰ ἀντιστροφήν. Ὥσπερ σιγὴ, σίγα ἐπίρρημα· σαφὴς, σάφα· λιγὺς, λίγα· οὕτως ἀκὴ ἀκά· καὶ κατὰ τροπὴν, ἦκα, ὡς ἄγυρις, πανήγυρις· ἄνεμος, εὐήνεμος, καὶ ἠνεμόεις. Ἢ ὥσπερ παρὰ τὸ πρόσθεν, πρόσθα· καὶ ἔνερθεν, ἔνερθα· καὶ ἔνθεν, ἔνθα· οὕτως ἀπὸ τοῦ ἀκὴν, ἀκὰ, ἦκα κατὰ μετάληψιν τοῦ αὐτοῦ φωνήεντος. Ἀναγκαίως οὖν ἀπόβλητον ἐγένετο τὸ ν); Geneva Schol. Il. 3.155 (ἐκ τοῦ ἀκή ὑπερθέσει ἦκα); Schol. in Oppianum, Hal. 2.67 (Ἦκα· ἡσύχως, κατὰ μικρὸν ποιούση (sic) ἰχθύας νεκρούς· ἔστιν ἐπὶ μεσότητος, γίνεται δὲ παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ἡσυχίαν, οὗ τὴν αἰτιατικὴν [ἔχει ἐν ἐπιῤῥήματος συντάξει] (Il γ 95)· «ἀκὴν δ’ ἐγένοντο σιωπῇ·» παρὰ τὸ ἀκὴ οὖν ἦκα κατ’ ἀντιστροφὴν, ὡς σιγὴ σίγα, ὡς σαφὴς σάφα, λιγὺς λίγα, οὕτω ἀκὴ ἄκα, καὶ κατὰ τροπὴν ἦκα, ὡς ἄγυρις πανήγυρις, ἄνεμος εὐήνεμος καὶ ἠνεμόεις· ἢ ὥσπερ παρὰ τὸ πρόσθεν πρόσθα, καὶ ἔνερθεν ἔνερθα, καὶ ἔνθεν ἔνθα, οὕτως ἀπὸ τοῦ ἀκὴν ἄκα ἦκα κατὰ μετάληψιν τοῦ αὐτοῦ φωνήεντος· ἀναγκαίως οὖν ἀπόβλητον ἐγένετο τὸ ν)
Comment
Derivational etymology, starting now from the noun ἀκή, now from the corresponding adverb ἀκήν. The etymon and the lemma are near synonyms, "silently" and "quietly"