Θρᾴξ
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
ἕτερος δὲ περὶ τούτων ἐστὶ λόγος, ὡς πᾶσαι μὲν αἱ τῇδε γυναῖκες ἔνοχοι τοῖς Ὀρφικοῖς οὖσαι καὶ τοῖς περὶ τὸν Διόνυσον ὀργιασμοῖς ἐκ τοῦ πάνυ παλαιοῦ, Κλώδωνές τε καὶ Μιμαλλόνες ἐπωνυμίαν ἔχουσαι, πολλὰ ταῖς Ἠδωνίσι καὶ ταῖς περὶ τὸν Αἷμον Θρῄσσαις ὅμοια δρῶσιν· ἀφ’ ὧν δοκεῖ καὶ τὸ θρησκεύειν ὄνομα ταῖς κατακόροις γενέσθαι καὶ περιέργοις ἱερουργίαις·
Parallels
Gregory of Nazianz, Oratio 39, MPG vol. 36, p. 340 (οὐδὲ Θρᾳκῶν ὄργια ταῦτα, παρ’ ὧν καὶ τὸ θρησκεύειν, ὡς λόγος); Orion, Etymologicum, theta, p. 73 (Θρησκεύειν. παρὰ τὴν Θρακῶν ἐπιμέλειαν τὴν περὶ τὸ θεῖον, καὶ τὴν τοῦ Ὀρφέως ἱερουργίαν. δύναται δὲ καὶ παρὰ τοὺς θεοὺς ἀρέσκειν, ὅ ἐστιν ἐξευμενίζεσθαι); Ps.-Nonnus, Scholia mythologica, Or. 4.69 (Λέγεται ὅτι Ὀρφεὺς, Θρᾷξ ὢν τὸ γένος καὶ θεολογήσας τὰ Ἑλλήνων μυστήρια, ἐδίδαξε πῶς τε καὶ ... δεῖ τιμᾶν θεούς. τοῦτο οὖν τὸ τιμᾶν θεοὺς ἐκάλεσεν θρησκεύειν, ὡς Θρᾳκίας οὔσης τῆς εὑρέσεως. ἄλλοι δὲ ἠτυμολόγησαν ὅτι τὸ θρησκεύειν παρῆκται ἀπὸ τοῦ οἱονεὶ θεοδερκεύειν, τουτέστι θεὸν ὁρᾶν. δέρκειν γάρ ἐστι τὸ ὁρᾶν); ibid., Or. 39.17 (Λέγεται ὅτι πρῶτοι πάντων ἀνθρώπων Θρᾷκες ἤρξαντο θρησκεύειν καὶ θεραπεύειν θεὸν καὶ τελετὰς τελεῖν καὶ μυστήρια συγκροτεῖν. ἐξ ὧν Θρᾳκῶν θρησκεύειν ἤκουσεν ἡ περὶ τὸ θεῖον εὐσέβεια); Cosmas of Jerusalem, Commentarii in Gregorii Nazianzeni carmina 62.194 (Ὀρφεὺς Θρᾲξ μὲν ἦν τὸ γένος, ὅθεν καὶ τὸ θρησκεύειν λέγεται, τοῦτ’ ἔστι τοῖς θεοῖς εὐσεβεῖν); ibid., varia, 2.3 (Πρῶτοι πάντων ἀνθρώπων Θρᾷκες ἤρξαντο θρησκεύειν καὶ θεραπεύειν Θεόν, καὶ τελετὰς τελεῖν, καὶ μυστήρια συγκροτεῖν, ἐξ ὧν Θρᾳκῶν ἤκουσε τὸ θρησκεύειν ἡ περὶ τὸ Θεῖον εὐσέβεια); Suda, theta 486 (Θρησκεύει· αἰτιατικῇ. θεοσεβεῖ, ὑπηρετεῖ τοῖς θεοῖς. λέγεται γὰρ ὡς Ὀρφεὺς Θρᾷξ πρῶτος τεχνολογῆσαι τὰ Ἑλλήνων μυστήρια. καὶ τὸ τιμᾶν θεὸν θρησκεύειν ἐκάλεσαν, ὡς Θρᾳκίας οὔσης τῆς εὑρέσεως. ἢ ἀπὸ τοῦ θεὸν δερκεύειν, ὅ ἐστιν ὁρᾶν); Etym. Gudianum, theta, p. 264 (Θρησκεύειν, παρὰ τοὺς Θρᾴκας, σὺν ἐπιμελείᾳ σέβειν τὸ θεῖον); Etym. Gudianum Additamenta, p. 586 (Θρησκεία, παρὰ τὴν τῶν Θρᾳκῶν ἐπιμέλειαν τὴν πρὸς τὸ θεῖον, καὶ τὴν Ὀρφέως ἱερουργίαν· οὗτοι γὰρ ἐξεῦρον τὴν περὶ τὸ θεῖον εὔνοιαν· ἢ παρὰ τὸ τοὺς θεοὺς ἀρέσκεσθαι, ὅ ἐστιν ἐξευμενίζεσθαι); Nicetas of Heraclea, Fragmenta commentariorum XVI orationum Gregorii Nazianzeni 39 (Πρῶτοι οἱ Θρᾷκες τὴν περὶ τοὺς θεοὺς θρησκείαν ἐπενοήσαντο ὅθεν, καὶ θρησκεία εἴρηται, παρὰ τοὺς Θρᾷκας τὰ δὲ ὄργια, ἤγουν τὰ μυστήρια καὶ τὰς τελετάς.); Etym. Magnum, Kallierges, p. 455 (Θρῆσκος: Ἑτερόδοξος· ἐκ τοῦ Θρᾷξ Θρᾳκός· καὶ θρηισκεία, παρὰ τὴν τῶν Θρᾳκῶν ἐπιμέλειαν τὴν πρὸς τὸ θεῖον καὶ τὴν Ὀρφέως ἱερουργίαν· οὗτοι γὰρ πρῶτον ἐξεῦρον τὴν περὶ τὸ θεῖον εὔνοιαν. Ἢ παρὰ τὸ τοὺς θεοὺς ἀρέσκεσθαι ἢ ἀρέσκειν. ὅ ἐστιν ἐξευμενίζεσθαι· καὶ ὁ Θεολόγος, ‘Οὐ Θρᾳκῶν ὄργια· παρ’ ὧν καὶ τὸ θρῃσκεύειν, ὡς λόγος.’); Ps.-Zonaras, Lexicon, theta, p. 1053 (Θρησκεία. ἡ λατρεία, ἢ ζῆλος περὶ τὴν πίστιν. παρὰ τὴν Θρᾳκῶν ἐπιμέλειαν τὴν πρὸς τὸ θεῖον. οὗτοι γὰρ πρῶτον ἐξεῦρον τὴν περὶ τὸ θεῖον ἔννοιαν. [ἢ παρὰ τὸ τοὺς θεοὺς ἀρέσκεσθαι, ὅ ἐστιν ἐξευμενίζεσθαι. ἢ θρησκεία τὸ ὁποιονοῦν σέβας, εἴτε εἰς θεὸν εἴτε εἰς δαίμονας· μᾶλλον δὲ εὐσέβεια λέγεται εἰς θεόν.]); Schol. Eur., Alc. 968 (πρῶτος Ὀρφεὺς μυστήρια θεῶν παραδέδωκεν· ὅθεν καὶ θρῃσκεία τὸ μυστήριον καλεῖται, ἀπὸ τοῦ Θρᾳκὸς Ὀρφέως); Schol. Ar., Commentarium in ranas (scholia recentiora Tzetzae), Ran. 1032 (Ὀρφεὺς ὁ μέγας, Θρᾷξ ὢν τῷ γένει, Οἰάγρου παῖς καὶ Μενίππης, ἀλληγορικῶς δὲ Καλλιόπης τῆς Μούσης, τελετὰς καὶ μυστήρια καὶ σεβασμοὺς θεῶν πρῶτος ἔδειξεν, ὅθεν εἴρηται καὶ “θρησκεύειν” τὸ θεοὺς τιμᾶν· Θρᾷξ γὰρ ὢν ὁ Ὀρφεύς, ὥσπερ εἶπον, τοῦτο ἔφευρεν).
The etymology is implicit in Porphyry, Vita Pythagorae 14 (ἦν δ’ αὐτῷ καὶ ἕτερον μειράκιον ὃ ἐκ Θρᾴκης ἐκτήσατο, ᾧ Ζάμολξις ἦν ὄνομα, ἐπεὶ γεννηθέντι αὐτῷ δορὰ ἄρκτου ἐπεβλήθη· τὴν γὰρ δορὰν οἱ Θρᾷκες ζαλμὸν καλοῦσιν. ἀγαπῶν δ’ αὐτὸν ὁ Πυθαγόρας τὴν μετέωρον θεωρίαν ἐπαίδευσε τά τε περὶ ἱερουργίας καὶ τὰς ἄλλας εἰς θεοὺς θρησκείας); Proclus, Theologia Platonica, vol. 5, p. 128 (Ταύτην δὴ οὖν τὴν Κουρητικὴν τάξιν οὐ μόνον Ὀρφεὺς καὶ οἱ πρὸ τοῦ Πλάτωνος ἔγνωσαν θεολόγοι καὶ γνόντες ἐθρήσκευσαν, ἀλλὰ καὶ ὁ Ἀθηναῖος ξένος ἐν Νόμοις ἀνύμνησεν); Tzetzes, Exegesis in Homeri Iliadem 1.18 (Ὄλυμπος πραγματικῶς μὲν ὄρος ἐστὶν τῆς Μακεδονίας, ἔνθα καὶ τοὺς θεούς φασιν εἶναι, διὰ τὸ τὸν Ὀρφέα, ἐκεῖθεν ὄντα, διδάξαι σεβασμοὺς καὶ θρησκείας θεῶν)
Comment
Derivational etymology, starting from the Ionic feminine form of the ethnonym, Θρήσσα, which provides the initial syllable /thrēs/. This relates the verb to barbarian customs, and specifically to a feminine type of worship. To the barbarian origin must be ascribed the "extravagant" feature, and to the feminine etymon, probably, the "superstitious" feature. Derivation from the feminine is only found in Plutarch. In other sources the word is derived from the generic Θρᾴξ, without any specific hint at a feminine cult. In the latter case the derivation from Θρῃκ- requires the insertion of an /s/