θεός + πίπτω
Word
Validation
Word-form
Word-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Source
Ref.
Ed.
Quotation
Θεσπεσία. οἷον θεοπεσία. παρὰ τὸ πεσεῖν, ἢ ἥδεσθαι καὶ ἐπακολουθεῖν θεοῖς.
Translation (En)
Thespesia "divine will", *theopesia, as it were. From pesein "to fall", or from "to please" and "to accompany" (epakolouthein) the gods
Parallels
bT Schol. Il. 17.118 (<θεσπέσιον:> τὸν ἐκ θεοῦ πίπτοντα); Eustathius, Exegesis in canonem iambicum pentecostalem 1.172 (Ἡ δὲ ῥηθεῖσα θέσπις φωνή, θεία ἑρμηνευομένη, κατὰ τὸ φερέσβιον πλεονάζει τῷ ἡμιφώνῳ καθὰ καὶ τὸ θεσπέσιον καὶ τὰ τοιαῦτα. τὸ γὰρ ἐντελὲς θέσπις ἐστί, διὰ τὸ ὑπὸ Θεοῦ ἔπεσθαι ἤγουν λέγεσθαι θεολογικώτερον· ὅμοιον δὲ καὶ ὁ θεσπέσιος λόγος· πρᾶγμα μέντοι ἄλλως θεσπέσιον, ὡς ἀπὸ Θεοῦ πεσὸν εἰς ἡμᾶς); id., Comm. Il., vol. 1, p. 463 (Θεσπεσίαν δὲ ἀοιδὴν ἔφη οὐκ ἀργῶς, ἀλλὰ οἱονεὶ λέγων, ὅτι θεοῦ δῶρον οὖσαν θεὸς αὖθις ἀφείλετο ἀπὸ τοῦ ἀλαζόνος. ἔστι δὲ νῦν θεσπεσία οὐχὶ ἡ θεόθεν πεσοῦσα, ἀλλ’ ἣν θεὸς εἴποι ἄν, τουτέστιν ᾄσοι· ταὐτὸν γάρ ποτε τὸ ἐνέπειν καὶ τὸ ἀείδειν); ibid., vol. 1, p. 493 (Θεσπέσιος δὲ πλοῦτος ἢ ὁ πολύς, ὃν θεὸς ἂν εἴποι, ἢ μᾶλλον ὁ ἐκ θεοῦ πεσὼν ἤτοι χεθείς, ὅθεν καὶ οἱ διϊπετεῖς γίνονται ποταμοί); Etym. Magnum, Kallierges, p. 447 (Θεσπέσιος: Παρὰ τὸ θεὸς καὶ τὸ πέτω, ὃ σημαίνει τὸ πίπτω, (οὗ ὁ μέλλων πέσω,) γίνεται πέσιος, καὶ θεοσπέσιος· καὶ συγκοπῇ, θεσπέσιος, ὁ ἐκ τοῦ θεοῦ πεσών. Ἢ θεῖος καὶ θαυμαστός. Παρὰ τὸ ἕπεσθαι θεῷ· καὶ θεσπεσία, θεία, θαυμαστὴ, οἱονεὶ θεοσπεσία· παρὰ τὸ σπέσθαι καὶ ἐπακολουθεῖν θεοῖς. Ἢ παρὰ τὸ πεσεῖν, θεοσπεσία τίς. Ἢ παρὰ τὸ θέσπις); Ps.-Zonaras, Lexicon, theta, p. 1036 (Θεσπέσια. θεῖα. θαυμαστά. οἱονεὶ θεοπέσια τινὰ ὄντα, παρὰ τὸ πεσεῖν, ἢ παρὰ τὸ ἕπεσθαι τῷ θεῷ); Schol. in Lucianum (scholia vetera et recentiora Arethae) 67.1 (θεσπέσιον*] θέσπιον, θεῖον, θαυμαστόν, πρᾷον, θεοῦ νομοθέτημα, ἐκ θεοῦ πεσόν)
Comment
Compositional etymology. The second member of the compound is identified as the verb "to fall", under the future form πεσέομαι. What is divine is what comes down, that is, falls, from the gods.