ἀλάομαι
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Reference
Edition
Source
Ref.
Ed.
Quotation
ἠλάσκουσαι (Ν 104)· παρὰ τὸ ἀλῶ ἀλῶμαι, ἀλάσκω γίνεται παράγωγον, ὡς φῶ φάσκω· οἷον περὶ τὸν αὐτὸν τόπον ἀναστρέφομαι καὶ πλανῶμαι.
Translation (En)
ēlaskousai "wandering": from alaō "to wander", alaomai, comes the derivative *alaskō, as from *phô phaskō "to say". It means to turn in the same place and to wander
Parallels
ibid., p. 70 (ἠλασκάζω· ἀλῶ καὶ τὸ παθητικὸν ἀλῶμαι, ἀλάσκω γίνεται παράγωγον, ὡς τὸ βῶ βάσκω. καὶ ἕτερον γίνεται παράγωγον ἀπὸ τοῦ ἀλάσκω ἀλασκάζω, ὡς ἀκούω ἀκουάζω, ῥίπτω ῥιπτάζω. τὸ δὲ ἀλασκάζω Ἰωνικῇ τροπῇ τοῦ α εἰς η ἠλασκάζω); bT Schol. Il. 18.281a (ἠλασκάζων: πλανῶν, παρὰ τὴν ἄλην· „ἐμὸν μένος ἠλασκάζει“ (ι 457)); A Schol. Il. 18.281b (ἠλασκάζων: περὶ τὸν αὐτὸν τόπον ἀλώμενος καὶ οὐκ ἀνύων ὁδόν, ἄλλως τε μεθ’ ἑλιγμοῦ ἐλαύνων καὶ τὴν δίωξιν ποιούμενος. ἔγκειται δὲ καὶ τὸ ἠλεόν, ὅπερ ἐστὶ ματαίως ἐλαύνων [implicit etymologies: 1. ἀλάομαι, 2. εἰλέω, 3. ἠλεός); Etym. Genuinum (ἠλάσκουσαι· „αὔτως ἠλάσκουσαι“ (Ν 104). παρὰ τὸ ἀλῶ ἀλάσκω καὶ ἠλάσκουσαι); Epimerismi homerici ordine alphabetico traditi, beta 11 (βασκέμεν καὶ ἐπιβασκέμεν (Β 234): ῥήματα ἀπαρεμφάτου ἐνεστῶτος. καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα διὰ τοῦ εμεν προφέρουσι. γίνεται δὲ ἐκ τοῦ βῶ βάσκω, ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας διὰ τοῦ ασκω γίνεται, οἷον γενειῶ γενειάσκω, ἀλῶ ἀλάσκω καὶ κατὰ παραγωγὴν ἀλασκάζω καὶ τροπῇ ἠλασκάζων (Σ 281)); Etym. Gudianum, eta, p. 239 (Ἠλασκάζω, παρὰ τὸ ἀλῶ ἀλασκάζω καὶ ἠλασκάζω. σημαίνει δὲ τὸ διατρίβω καὶ πλανῶμαι); ibid., beta, p. 263 (γίνεται δὲ ἐκ τοῦ βῶ βάσκω, [καὶ] ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας διὰ τοῦ ασκω γίνεται, οἷον· γενειῶ γενειάσκω, ἀλῶ ἀλάσκω καὶ κατὰ παραγωγὴν ἀλασκάζω καὶ τροπῇ <Σ 281> „ἠλασκάζων“); Eustathius, Comm. Il., vol. 1, p. 392 (Τὸ δὲ ἠλάσκειν γίνεται μὲν ἐκ τοῦ ἀλῶ, δηλοῖ δὲ τὸ πλανᾶσθαι· καὶ καλῶς εἴρηται ἐπὶ μυιῶν· πλανῶνται γάρ πως ἀεὶ πετόμεναι); ibid., vol. 3, p. 446 ( Τοῦ δὲ «ἠλάσκειν» πρωτότυπον τὸ ἀλῶ ἀλάσω καθ’ ὁμοιότητα τοῦ θνῶ θνήσω θνήσκω, βάσω βάσκω, τὸ λέγω, δάσω δάσκω καὶ ἀναδιπλασιασμῷ διδάσκω, καὶ τῶν ὁμοίων); Eustathius, Comm. Od., vol. 1, p. 355 (ἠλασκάζει. ὅ ἐστιν ἀλᾶται. ἀλυσκάζει. ἐκφύγει); Etym. Magnum, Kallierges, p. 190 (βασκέμεν: ῥήματα ἀπαρεμφάτου ἐνεστῶτος. καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα διὰ τοῦ εμεν προφέρουσι. γίνεται δὲ ἐκ τοῦ βῶ βάσκω, ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας διὰ τοῦ ασκω γίνεται, οἷον γενειῶ γενειάσκω, ἀλῶ ἀλάσκω· καὶ κατὰ παραγωγὴν, ἀλασκάζω, ἠλάσκαζον); ibid., p. 424–425 (Ἠλάσκω: Σημαίνει τὸ ἐπὶ τοῦ αὐτοῦ τόπου εἰλεῖσθαι· καὶ ἠλασκάζω ἐκ τοῦ ἠλάσκω, ὡς ῥίπτω ῥιπτάζω. Σημαίνει δὲ ἀμφότερα, τὸ περὶ αὐτὰ πλανᾶσθαι καὶ διατρίβειν· ‘Αἵτε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσιν’. Ἀντὶ τοῦ ἠλάσκουσαι· ὅ ἐστι, περὶ τὸν αὐτὸν τόπον εἰλοῦνται. Καὶ, ‘ἐμὸν μένος ἠλασκάζει’. Περὶ τὸν αὐτὸν εἰλούμενος τόπον ἐκκλίνει, κρύπτεται, πλανᾶται. Παρὰ τὸ εἰλῶ εἰλήσω γίνεται εἰλήσκω, καὶ εἰλάσκω, καὶ ἠλάσκω κατὰ τροπήν. Ἢ ἐκ τοῦ ἀλῶ, τὸ πλανῶ, γίνεται ἀλάσκω, ὡς γηρῶ, γηράσκω· εἶτα ἠλάσκω, ἠλασκάζω); Etym. Symeonis, vol. 1, p. 402 (βασκέμεν (Β 234 ἐπιβασκέμεν)· ῥῆμα ἀπαρέμφατον. καὶ οἱ Δωριεῖς τὰ εἰς ειν ἀπαρέμφατα διὰ τοῦ εμεν προφέρουσι <οἷον τύπτειν τύπτεν τυπτέμεν, βάσκειν βάσκεν βασκέμεν καὶ ἕτερα>. γίνεται δὲ ἐκ τοῦ βῶ βάσκω, καὶ ἐπειδὴ τὰ ῥήματα τῆς δευτέρας συζυγίας <τῶν περισπωμένων> διὰ τοῦ ασκω γίνονται, οἷον γενειῶ γενειάσκω, <γοῶ γοάσκω,> ἀλῶ ἀλάσκω καὶ κατὰ παραγωγὴν ἀλασκάζω, (Σ 281) ’†ἠλάσκαζον‘, <βοῶ βοάσκω, οὕτως βῶ βάσκω>); Ps.-Zonaras, Lexicon, eta, p. 987 (Ἠλασκάζων. πλανώμενος· περιερχόμενος. καὶ ἠλασκάζω καὶ ἠλάσκω τὸ περὶ αὐτὸ πλανᾶσθαι καὶ διατρίβειν. [ἔστιν ἀλῶ τὸ πλανῶ. παρὰ τούτου ἀλάσκω, ὡς γηρῶ γηράσκω, καὶ ἠλάσκω, ὡς ἀλέκτωρ ἠλέκτωρ, ἀπεδανὸς ἠδανός. ἐκ δὲ τοῦ ἠλάσκω ἠλασκάζω, ὡς ῥίπτω ῥιπτάζω. ‘αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσι’. καί· ‘—ἐμὸν μένος ἠλάσκουσι’.])
Comment
Derivational etymology, correctly identifying a suffix -σκω. The etymology is semantically unproblematic since the verb is derived from a synonym. From the formal point of view, it requires one change, of the initial vowel /a/ to /ē/ (usual alternation widely used by Greek etymologists)