χωρέω
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Century
Reference
Edition
Source
Ref.
Ed.
Quotation
<Ἐπὶ χειῇ>· ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν, ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρῆσαι· εἰς αὐτὸ γὰρ μόνον μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον· „οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται“ (σ 17).
Translation (En)
<Epi kheiēi "at [his] lair">: note that he calls the hiding-place of snakes kheia, from kheisthai, which is "to contain" [khōrēsai]; snakes indeed build it for this reason only: to contain their body as a sheath; "oudos d’amphoterous hode kheisetai" ["this threshold will hold us both"] (σ 17).
Other translation(s)
<Epi kheiēi « près de [son] antre »> : on note qu’il appelle le refuge des serpents kheia, de kheisthai, qui signifie « contenir » [khōrēsai] ; les serpents en effet le construisent seulement pour cela : contenir leur corps comme un fourreau ; « oudos d’amphoterous hode kheisetai » [« ce seuil nous recevra tous les deux »] (σ 17).
Parallels
Aristonicus, De signis Odysseae, book 18, v. 17 (οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται. [ἡ διπλῆ ὅτι τὸ χείσεται σημαίνει] χωρήσει· ἔνθεν καὶ χειὰ ἡ κατάδυσις τῶν ὄφεων); idem, De signis Iliadis, book 22, v. 93 (ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσιν: ἡ διπλῆ ὅτι τὴν τῶν ὄφεων κατάδυσιν χειὰν εἴρηκεν, ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρῆσαι· εἰς αὐτὸ γὰρ μηχανῶνται οἱ ὄφεις εἰς τὸ χωρῆσαι („occurrit: εἰς ἄντρον γὰρ μυχεύονται οἱ ὄφεις ὥστε χωρῆσαι“ L. Ar. 146) τὸ σῶμα ὥσπερ ἔλυτρον· οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται (σ 17); Herodian, Περὶ ὀρθογραφίας, Gr. Gr. 3.2, p. 603 (χειά: ει δίφθογγος. ἡ κατάδυσις τῶν ὄφεων. παρὰ γὰρ τὸ χῶ τὸ σημαῖνον τὸ χωρῶ γέγονε χεά καὶ ἐν πλεονασμῷ τοῦ ι χειά); Athenaeus, Deipnosophistae, book 11, §53 (ἄλλοι δὲ ἐτυμολογοῦσιν αὐτὸ ἀπὸ τοῦ χεῖσθαι, τὸ δ’ ἐστὶ χωρεῖν (σ 17)· οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται. καὶ ἡ τοῦ ὄφεως κατάδυσις χειή (Χ 93), ἡ καταδεχομένη τὸ ζῷον); Orion, Etymologicum, khi, p. 164 (Χεὰ καὶ Χειά. ὁ φωλεός. παρὰ τὸ χέω, οὗ μέλλων μετὰ περισσοῦ τοῦ ι, χείσω. δηλοῖ δὲ τὸν χωρεῖν δυνάμενον τόπον· οὕτω Φιλόξενος. Ὅμηρος· ὡς δ’ ὡς ἀμφοτέρους ὅδε χείσεται. καὶ μετὰ περισσοῦ τοῦ ο. Καλλίμαχος· οἱ δ’ ὥστε ἐξ ὀχεῆς σοφίσαι ὅλως αὐχένα ἀναύχην); Choeroboscus, De orthographia (epitome), p. 278 (Χειά: ει δίφθογγος ἡ κατάδυσις τῶν ὄφεων· παρὰ γὰρ τὸ χῶ, τὸ σημαῖνον τὸ χωρῶ, γέγονεν χέα, καὶ ἐν πλεονασμῷ τοῦ ι χειά); Suda, khi 24 (Χειᾷ: τῇ τῶν δρακόντων καταδύσει. ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρεῖσθαι. οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται. τοῦτο γὰρ μόνον μηχανῶνται οἱ ὄφεις, τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ εἰς ἔλυτρον); Eustathius, Comm. Il., vol. 4, p. 581 (Καιρία δὲ λέξις ἡ χειά, ὡς ἐν ποιήσει, ἀπὸ τοῦ χῶ χείω, τὸ χωρῶ, ἐξ οὗ ἐν Ὀδυσσείᾳ τὸ «οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται», ἤγουν χωρήσει, ὃ διὰ διφθόγγου γράφεται ὁμοίως τῷ κείσεται. λέγονται δὲ αἱ τοιαῦται χειαὶ τῶν ὄφεων καὶ εἰλυοὶ καὶ τρόχμαλοι καὶ αἱμασιαί. [Ἰστέον δ’ ὅτι γράψας τις ὡς ἡ χειά, ἤγουν ἡ κατάδυσις τοῦ ὄφεως, παρὰ τὸ χεῖσθαι γίνεται, ἤγουν χωρεῖν, ἐπάγει ὡς καὶ χήτιον ἐκεῖθεν τὸ χωροῦν ἀστραγάλους, ὃ καὶ κήθιον Ἰωνικῶς λέγεται κατὰ τὸ ἐντεῦθεν ἐνθεῦτεν.); Eustathius, Comm. Od., vol. 1, p. 323 (ὥσπερ κείω κείσω καὶ χείω χείσω τὸ χωρῶ. ἐξ οὗ καὶ χειά); ibid., p. 164 (Ἰστέον δὲ ὅτι τὸ χείσεται δηλοῖ μὲν τὸ χωρήσει· γράφεται δὲ παρὰ τοῖς παλαιοῖς κοινότερον διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ χῶ, χείω, ἐξ οὗ καὶ χειὰ ἡ φωλεά); Etym. Magnum, Kallierges, p. 809 (Χειά: Ἡ τῶν ὄφεων κατάδυσις. Ἰλιάδος ψʹ, καὶ ἀλλαχοῦ, χείσεται, ἀντὶ τοῦ χωρήσει· ζήτει εἰς τὸ χθών· ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρεῖσθαι· εἰς αὐτὸ γὰρ μηχανᾶται ὁ ὄφις χωρῆσαι τὸ σῶμα ὥσπερ εἰς ἔλυτρον. Λέγονται δὲ οἱ τοιοῦτοι τόποι εἰλυοὶ, καὶ τρόχμαλα, καὶ αἱμασιαί· παρὰ γὰρ τὸ χῶ, τὸ χωρῶ, γίνεται χεά· καὶ πλεονασμῷ τοῦ ι, χειά); Ps.-Zonaras, Lexicon, khi, p. 1848 (Χειά. ἡ τῶν ὄφεων κατάδυσις. ἔνθεν καὶ τό· οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται—. ἀντὶ τοῦ χωρήσει. ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρεῖσθαι. αὐτὸ γὰρ μόνον μηχανᾶται ὁ ὄφις τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον. λέγονται δὲ οἱ τοιοῦτοι τόποι καὶ εἰλυοὶ καὶ τρόχμαλα. καὶ αἱμασιαί. παρὰ τὸ γῶ, τὸ χωρῶ, τροπῇ τοῦ γ εἰς χ γίνεται χέα καὶ πλεονασμῷ τοῦ ι χειά. χειὰ καὶ ἡ φωλεά); Scholia et glossae in Oppiani Halieutica, book 2, scholion 291 (Χειήν· κατάδυσιν, φωλεάν. εἰσαφίκανε· κατέλαβεν, ἦλθε, δείκνυσιν· ἐνταῦθα ὁ ποιητὴς τὸ γλίσχρον τοῦ ὄφεως ἀπὸ τοῦ ὀνόματος τῆς χειᾶς· χεόμενος γὰρ ὥσπερ ὕδωρ τὴν κατάδυσιν ὑπεισέρχεται· ἢ ἀπὸ τοῦ χῶ χείω τὸ χωρῶ χειὰ ἡ κατάδυσις ἐν ᾗ ὄφις. ἑρπετόν· ὄφιν. εἴρυσεν· εἵλκυσεν)
Comment
Derivational etymology, starting from a monosyllabic verb *χῶ (*χέω) "to contain". The etymology takes as its starting point the present of the verb, under the uncontracted form. This derivation requires the insertion of an /i/ in order to obtain the lemma. It is a functional etymology: the function of the burrow is to contain the beast.