καλέω

Validation

No

Last modification

Mon, 03/27/2023 - 21:59

Word-form

κλύω

Transliteration (Word)

kluō

English translation (word)

to hear

Transliteration (Etymon)

kaleō

English translation (etymon)

to call

Author

Philoxenus

Century

1 BC

Reference

fr. 119

Edition

C. Theodoridis, Die Fragmente des Grammatikers Philoxenos [Sammlung griechischer und lateinischer Grammatiker (SGLG) 2. Berlin: De Gruyter, 1976

Source

Orion

Ref.

Etymologicum, kappa, p. 85

Ed.

F.W. Sturz, Orionis Thebani etymologicon, Leipzig: Weigel, 1820 (repr. Hildesheim: Olms, 1973): 1-172

Quotation

Kλύω· παρὰ τὸ κλῶ, τὸ φωνῶ, πλεονασμῷ τοῦ υ κλύω. οὕτως Φιλόξενος.

Translation (En)

Kluō "to hear": from *klō, "to produce a sound", kluō by addition of [u]. This is what Philoxenus says.

Other translation(s)

Kluō « entendre » : de *klō, « émettre un son », kluō avec ajout de [u]. Voilà ce qu’écrit Philoxène.

Comment

Derivational etymology. The monosyllabic verb *κλῶ, invented by Philoxenus and obtained by assuming a syncope in καλέω, thus unites the two symmetrical meanings "to call" (to utter a sound) and "to hear"

Parallels

Etym. Parvum, kappa 2 (Κύκνος· [...] γίνεται δὲ παρὰ τὸ καλῶ τὸ φωνῶ ἐξ οὗ καὶ κλός, καὶ πλεονασμῷ τοῦ Ο κολός· λοιπὸν ἐκ τοῦ κλῶ τὸ φωνῶ γίνεται κατὰ παραγωγὴν κλύω· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κλύκος καὶ ἐν ὑπερβιβασμῷ καὶ μεταθέσει τοῦ Λ εἰς Ν κύκνος); Lexicon αἱμωδεῖν, kappa 10 (κλῦτε (Β 56): ῥῆμα ἀορίστου †πρώτου, ἐξ οὗ ἔχει μακρὸν τὸ υ· ὁ γὰρ ἐνεστὼς βραχύ. σημαίνει δύο, τὸ δοξάζω καὶ τὸ ἀκούω. τὸ μὲν δοξάζω γίνεται ἐκ τοῦ κλέος κλέω· καὶ ὡς ἀπὸ τοῦ ῥέω γίνεται ῥύω καὶ χέω χύω καὶ ξέω ξύω, οὕτως καὶ κλέω κλύω. τὸ δὲ ἀκούω ἀπὸ τοῦ καλῶ κλῶ κλύω κλῦμι ἔκλυν κλύς κλῦθι καὶ κατὰ ἀναδ⸤ιπλα⸥σιασμὸν κέκλυθι. τὸ κλυ βραχύ· ἰστέον ⸤ὅτι τὰ προστακτικὰ⸥ τοῦ ἐνεστῶτος βραχείᾳ ⸤θέλουσι παραλήγεσθαι⸥); ibid., kappa 35 (κύκνος (Β 460): [...] γίνεται δὲ παρὰ τὸ κλῶ, τὸ φωνῶ, ἐξ οὗ γίνεται καὶ κλῳός καὶ πλεονασμῷ τοῦ ο κολῳός. οὕτως γίνεται καὶ τὸ κύκνος ἐκ τοῦ κλῶ, τὸ φωνῶ· κρακτικὸν γάρ ἐστι τὸ ζῷον, ὡς καὶ ἡ χήν. λοιπὸν ἐκ τοῦ κλῶ γίνεται κατὰ παραγωγὴν κλύω καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κλύκος καὶ ὑπερβιβασμῷ καὶ μεταθέσει τοῦ λ εἰς ν γίνεται κύκνος); Etym. Gudianum, kappa, p. 329 (Κλύω, τὸ ἀκούω· κέκλυτέ μευ πάντες τε θεοί· παρὰ τὸ καλῶ κλῶ, ὃ σημαίνει τὸ φωνῶ, γίνεται κατὰ παραγωγὴν κλύω· ὅς κε θεοῖς ἐπιπείθηται μαλά τ’ ἔκλυον αὐτοῦ, ἀντὶ τοῦ πλέον ὑπακούουσιν αὐτοῦ); ibid., kappa, p. 329 (Κλυτὲ, ἀκούσατε, ῥῆμα ἀορίστου πρώτου, ἐξ οὗ ἔχει μακρὸν τὸ υ· ὁ γὰρ ἐνέστως βαρύτονος· σημαίνει δὲ δύο· τὸ δοξάζω καὶ τὸ ἀκούω· καὶ τὸ μὲν δοξάζω γίνεται ἐκ τοῦ κλέος κλύω, ὡς ἀπὸ τοῦ ῥέω ῥύω, χέω χύω, ξέω ξύω, οὕτω καὶ κλέω κλύω· τὸ δὲ ἀκούω ἀπὸ τοῦ καλῶ κλῶ κλύω κλῦμι, ἔκλυν κλὺς κλῦθι, καὶ κατ’ ἀναδιπλασιασμὸν κέκλυθι· τὸ κλυ βραχύ· ἰστέον ὅτι τὰ παροξύτονα τοῦ ἐνεστῶτος βραχεῖ θέλουσι παραλήγεσθαι); ibid., kappa, p. 334 (Κολοιὸς, παρὰ τὸ κλῶ ῥῆμα τὸ φωνῶ καὶ γίνεται κλὸς, καὶ πλεονασμῷ τοῦ ο καὶ ι κολοιός· κρακτικὸν γὰρ τὸ ζῶον· ἀπὸ δὲ τοῦ κλῶ ῥήματος γίνεται κλύω κλύκος, καὶ καθ’ ὑπερβιβασμὸν καὶ μετάθεσιν τοῦ λ κύκνος); ibid.. kappa, p. 353 (Κύκνος, ὄνομα εἰδικόν· ἔστι γὰρ ὄρνις καὶ πετεινόν· ὁ γὰρ ποιητὴς πάντοτε τὰ γενικὰ προτάσσει τῶν εἰδικῶν· γίνεται δὲ παρὰ τὸ κλῶ τὸ φωνῶ, ἐξ οὗ καὶ κλωὸς καὶ πλεονασμῷ τοῦ ο κολωός· λοιπὸν ἐκ τοῦ κλῶ τὸ φωνῶ γίνεται παράγωγον κλύω· ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κύκλος καὶ ἐν ὑπερβιβασμῷ καὶ μεταθέσει τοῦ λ εἰς ν κύκνος); Etym. Magnum, Kallierges, p. 516 (Κλῶ: [...] κλῶ, τὸ φωνῶ, ἐξ οὗ καὶ κατὰ παραγωγὴν, κλύω·); ibid., Kallierges, p. 520 (Κλύω: Σημαίνει δύο· τὸ δοξάζω, καὶ γίνεται ἀπὸ τοῦ κλέος, ἡ δόξα, κλέω καὶ κλύω, ὡς ἀπὸ τοῦ ῥέω ῥύω, καὶ χέω χύω, καὶ ξέω ξύω· σημαίνει καὶ τὸ ἀκούω, καὶ γίνεται παρὰ τὸ καλῶ κλῶ, κλύω· κατὰ παραγωγὴν, κλῦμι, ἔκλυν ἔκλυς, κλῦθι· καὶ κατὰ ἀναδιπλασιασμὸν, κέκλυθι); ibid., Kallierges, p. 544 (Κύκνος: Ὄνομα ἐστὶν εἰδικόν· τὸ γὰρ γένος ἐστὶ τό τε ὄρνις καὶ τὸ πετηνόν· ὁ γὰρ ποιητὴς πάντοτε τὰ γενικὰ προτάσσει, καὶ οὕτω τὰ εἰδικά. Γίνεται δὲ παρὰ τὸ κλῶ, τὸ φωνῶ· κρακτικὸν γάρ ἐστι τὸ ζῷον, ὡς καὶ ἡ χήν. Ἐκ τοῦ κλῶ οὖν παράγωγον κλύω· καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν, κλύκος· καὶ ὑπερθέσει καὶ μεταθέσει τοῦ λ εἰς ν, κύκνος); Ps.-Zonaras, Lexicon, kappa, p. 1222 (Κλύω. ἀκούω. παρὰ τὸ καλῶ, κλῶ, ὃ σημαίνει τὸ φωνῶ, γίνεται κατὰ παραγωγὴν κλύω); ibid., kappa, p. 1263 (Κύκνος. ζῶον. ἀπὸ τοῦ κλῶ, τὸ φωνῶ, γίνεται κλύω, κλύκος, καὶ καθ’ ὑπερβιβασμὸν [καὶ μετάθεσιν] τοῦ λ κύκνος)

Modern etymology

PIE *k̑leu- "to hear", cognate with Lat. cluō "to hear", Engl. loud, OCS slovo "word" etc. (Beekes, EDG)

Persistence in Modern Greek

No

Entry By

Eva Ferrer