λᾶας
Word
Validation
Word-form
Word-lemma
Etymon-lemma
Transliteration (Word)
English translation (word)
Transliteration (Etymon)
English translation (etymon)
Source
Ref.
Ed.
Quotation
ἤτοι γὰρ Λοκρὸς Λελέγων ἡγήσατο λαῶν, / τοὺς ῥά ποτε Κρονίδης Ζεὺς ἄφθιτα μήδεα εἰδὼς / λεκτοὺς ἐκ γαίης ΛΑΟΥΣ πόρε Δευκαλίωνι·
Translation (En)
And Locros was the head of the troops (laôn) of the Lelegi, whom once the son of Cronus, Zeus of the immortal thoughts, gave to Deucalion as stones (laous) taken from the earth
Parallels
Epicharmus, ap. Scholia in Pindarum, O. 9.70 bc (Ἐπίχαρμος (F 122 Kai) ἀπὸ τῶν λάων τῶν λίθων ὠνομάσθαι λαούς φησιν); Callimachus, fr. 496 (ΛΑΟΙ Δευκαλίωνος ὅσοι γενόμε<σ>θα); Apollonius Soph., Lexicon homericum, p. 107 (λαοί ὄχλοι, ἀπὸ τοῦ λάλους εἶναι, ἢ ὡς ὁ μῦθος, ἀπὸ τοῦ Δευκαλίωνος κατακλυσμοῦ); Ps.-Apollodorus, Bibliotheca 1.48 (καὶ Διὸς εἰπόντος ὑπὲρ κεφαλῆς ἔβαλλεν αἴρων λίθους, καὶ οὓς μὲν ἔβαλε Δευκαλίων, ἄνδρες ἐγένοντο, οὓς δὲ Πύρρα, γυναῖκες. ὅθεν καὶ λαοὶ μεταφορικῶς ὠνομάσθησαν ἀπὸ τοῦ λᾶας ὁ λίθος); Epimerismi homerici ordine alphabetico traditi, lambda 38 (ἄλλοι δὲ παρὰ τοὺς λάας ὠνομάσθαι, ‘ΛΑΟΙ Δευκαλίωνος ὅσοι γενόμε<σ>θα’); D Schol. Il. 1.10 (Λαοί. Ὄχλοι. λᾶες κατὰ διάλεκτον οἱ λίθοι λέγονται. Προμηθέως παῖς Δευκαλίων γίγνεται… [the myth follows]); Etym. Magnum, Kallierges, p. 553 (idem); A Schol. Il. 1.126 (λαούς: παρὰ τὸ λᾶαν. λᾶας δὲ κατὰ διάλεκτον ὁ λίθος. Προμηθέως παῖς—οὓς δὲ ἡ Πύρρα γυναῖκες); Eustathius, Comm. Il. vol. 1, 38 Van der Valk (Ὅτι λαοὶ παρὰ τὸ λα ἐπιτατικὸν μόριον καὶ τὸ αὔω, τὸ φωνῶ· ἐξ ὧν λααυὸς καὶ κατὰ κρᾶσιν λαὸς ἐκπεσόντος τοῦ υ δι’ εὐφωνίαν· πολύφωνος γὰρ ὁ λαὸς καὶ ἀλαλητοῦ, ὅ ἐστι θορύβου, αἴτιος. καὶ οὕτω μὲν ἡ κοινὴ ἐτυμολογία. ἡ δὲ ἱστορία ἐκ τῶν λάων, ὅ ἐστι λίθων, παράγει τοὺς λαοὺς λέγουσα, ὅτι Κέκροψ πολυανθρωποῦσαν ἰδὼν τὴν Ἀττικὴν συγκαλεῖται τὸν ὄχλον καὶ παρασημαίνεται τὸν ἀριθμὸν λάεσσιν ἤτοι λίθοις ἑκάστου ἕνα ῥίψαντος κἀντεῦθεν ἐκεῖνοι λαοὶ ἐκλήθησαν καὶ ἀπ’ ἐκείνων μένει τὸ ὄνομα); ibid., vol. 4, 961 (εἴπερ ὁ μῦθος μὲν λαοὺς ἐκ λάων, ὅ ἐστι λίθων, ποιεῖ, ὡς ἀλλαχοῦ εἴρηται, ἐνταῦθα δὲ οἱ λαοὶ λίθοι γίνονται); Etym. Magnum, Kallierges, p. 553 (Λαός: Ὄνομα ἀρσενικὸν, εἴδους παραγώγου, ῥηματικόν· εἴδους τῶν ὑποπεπτωκότων τῷ ὀνόματι περιληπτικοῦ. Γίνεται παρὰ τὸ λαλῶ λαλὸς καὶ λαός. Ἢ παρὰ τὸ λάας, ὃ σημαίνει λίθον, ἡ γενικὴ, λάαος· καὶ κράσει, λάος· καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν, καὶ ὀξύνεται. Διατί; Αἱ γὰρ γενικαὶ μεταγόμεναι εἰς εὐθεῖαν πολλάκις ἀμείβουσι τοὺς τόνους· οἷον, ὕϊς ὕϊος, υἱὸς υἱοῦ. Οὕτως οὖν καὶ λάας λάαος λᾶος λαός); Tztetzes, Exegesis in Homeri Iliadem 1.10 (λαοί· κατὰ μὲν τοὺς περὶ Ἀρίσταρχον καὶ Ζηνόδοτον ἀπὸ τοῦ λᾶς ὁ λίθος ἠτυμολόγηται. Ἱστορίαν γάρ τινα μυθώδη ἐπάγουσιν, ὅτι Δευκαλίων καὶ Πύρρα, τῇ λάρνακι περισωθέντες ἐκ τοῦ κατακλυσμοῦ, Διὸς κελεύσει ὑπὲρ κεφαλὴν αὐτῶν ἀνακουφίζοντες λᾶας, ὅ ἐστιν λίθους, ἐρρίπτουν· καὶ οὓς μὲν ὁ Δευκαλίων ἐπέρριψεν, ἄνδρες ἐγένοντο· οὓς δὲ ἡ Πύρρα, γυναῖκες· διὰ δὴ τοῦτό φασι κεκλῆσθαι λαούς. Ἐμοὶ δὲ οὕτως ἔπεισιν ἐτυμολογεῖν· λαός ἐστιν πλῆθος συνεστηκὸς ἐξ ἀνθρώπων· λέγεται δὲ παρὰ τὸ λίαν αὔειν, ὅ ἐστιν φωνεῖν, λιαυός, λαυὸς καὶ λαός· ἐκ γὰρ πληθύος λαοῦ μεγάλη εἴωθε γίνεσθαι καὶ φωνή); ibid., 1.126 (λαούς· τοὺς ὄχλους, ἐρρέθη δέ· εἶπον γὰρ ὅτι ἀπὸ τοῦ λᾶς ὁ λίθος ἠτυμολόγηται κατὰ μυθικὴν ἱστορίαν, ἥν φασι περὶ Δευκαλίωνος, ἢ καθὼς ἐγὼ ἠτυμολόγησα, ἀπὸ τοῦ λίαν αὔειν, ἤγουν φωνεῖν, λιανός, λανὸς καὶ λαός· ἐκ γὰρ πληθύος λαοῦ μεγάλη φωνὴ γίνεται); Scholia in Oppianum, Hal. 1.76 (Δαίμονες· θεοί. ἀγέλας· πλήθη. Ἱστορία ὅτι ὁ Κέκρωψ ἰδὼν πολυανθρωποῦσαν τὴν Ἀττικὴν συγ- καλεῖται τὸν ὄχλον καὶ παρασημαίνεται τὸν ἀριθμὸν, λάεσσιν ἤτοι λίθοις ἑκάστου ἐνρίψαντος, κἀντεῦθεν λαοὶ ἐκλήθησαν); Scholia in Pindarum, O. 9.68a (ἄτερ δὲ εὐνᾶς ὁμόδαμον κτησάσθην λίθινον γόνον: οἱ προειρημένοι Δευκαλίων τε καὶ Πύρρα χωρὶς κοίτης καὶ μίξεως ὅμοιον καὶ ἶσον γένος δήμου ἐποιήσαντο ἐκ λίθων βολῆς. οἱ γὰρ πεμπόμενοι εἰς τὰ ὄπισθεν λίθοι παρ’ αὐτῶν ἄνθρωποι ἐγένοντο. διὰ τοῦτο καὶ λαοὶ οἱ ὄχλοι ἀπὸ τοῦ λᾶας); ibid., 70d (ἄλλως· ὅτι κατηκολούθησε τοῖς μυθογράφοις εἰρηκόσι λαοὺς τοὺς ἀνθρώπους προσωνομάσθαι διὰ τὸ ἐκ λίθων γενέσθαι· ‘ἐκ δὲ λίθων ἐγένοντο βροτοὶ, λαοὶ δὲ καλέονται’)
Comment
This very old etymology derives λαός "people" from λᾶας "stone" by reference to the myth of Deucalion and Pyrrha who, after the Flood, repopulated the earth by throwing over their shoulders stones taken from the the ground: the stones thrown by Deucalion became men, the stones thrown by Pyrrha became women. The etymology is implicit in the Pseudo-Hesiodic fragments. A rationalized version of the myth implies a census of the population of Attica by the mythical king of Athens Cecrops: wanting to know the population, he summoned the people and asked each man to throw a stone, and afterwards the stones were counted (story told by Philochorus, ap. Eustathius, Comm. Et. 1, 38, Tzetzes, Exegesis in Homer Iliadem 1, 226, sch. 42). As the inflections of λᾶας and λαός have many common forms, it was easy to derive the one from the other. The different position of the accent is explained in soma later sources. The Epimerisms give a different interpretation and assume “Hesiod” etymologizes the word from ἁλές "gathered", which is probably inferred from λεκτούς (see λαός / ἁλής)